- 문장 내 검색

헬라어 문장 내 검색 Language

Ὁ δὲ Λεύκολλος δόξης τε ἐπιθυμῶν, καὶ ἐκ πενίας χρῄζων χρηματισμοῦ, ἐς Οὐακκαίους.?
(아피아노스, The Foreign Wars, chapter 9 8:1)
ἀλλὰ γὰρ οὐχ ὅδε μόνος Ἀθήνησιν, οὐδὲ Κριτίας ἔτι πρὸ τούτου, καὶ ὅσοι τῷ Κριτίᾳ συμφιλοσοφοῦντες ἐτυράννησαν, ἀλλὰ καὶ ἐν Ἰταλίᾳ τῶν πυθαγορισάντων καὶ ἐν τῇ ἄλλῃ Ἑλλάδι τῶν ἑπτὰ σοφῶν λεγομένων ὅσοι πραγμάτων ἐλάβοντο, ἐδυνάστευσάν τε καὶ ἐτυράννησαν ὠμότερον τῶν ἰδιωτικῶν τυράννων, ὥστε καὶ περὶ τῶν ἄλλων φιλοσόφων ἄπορον ποιῆσαι καὶ ὕποπτον, εἴτε δι ἀρετήν, εἴτε πενίας καὶ ἀπραξίας τὴν σοφίαν ἔθεντο παραμύθιον, ὧν γε καὶ νῦν πολλοὶ ἰδιωτεύοντες καὶ πενόμενοι, καὶ τὴν ἀναγκαίαν ἐκ τῶνδε σοφίαν περικείμενοι, τοῖς πλουτοῦσιν ἢ ἄρχουσι λοιδοροῦνται πικρῶς, οὐχ ὑπεροψίας πλούτου καὶ ἀρχῆς δόξαν σφίσι μᾶλλον ἢ ζηλοτυπίας ἐς αὐτὰ προφέροντες.
(아피아노스, The Foreign Wars, chapter 5 1:6)
τὸ δ ἀφεῖσθαι, καθάπερ ἐν ταῖς πλείσταις πόλεσι, πενίας ἀναγκαῖον αἴτιον γίνεσθαι τοῖς πολίταις, ἡ δὲ πενία στάσιν ἐμποιεῖ καὶ κακουργίαν.
(아리스토텔레스, 정치학, Book 2 115:1)
πολὺ τῆς Πενίας πρᾶγμ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι, εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ οὑτωσὶ καὶ φιλοκερδής.
(아리스토파네스, Plutus, Agon, epirrheme 1:40)
νὴ Δί ἐγὼ γοῦν ἐθέλω πλουτῶν εὐωχεῖσθαι μετὰ τῶν παίδων τῆς τε γυναικός, καὶ λουσάμενος λιπαρὸς χωρῶν ἐκ βαλανείου τῶν χειροτεχνῶν καὶ τῆς Πενίας καταπαρδεῖν.
(아리스토파네스, Plutus, Agon, pnigos14)
πρὸ τοῦ δ ὑπὸ τῆς πενίας ἅπανθ ὑπήσθιεν.
(아리스토파네스, Plutus, Episode 1:2)
καὶ γὰρ Ἀνακρέων αὐτὸν ἐκ πενίας εἰς τρυφὴν ὁρμῆσαί φησιν ἐν τούτοις:
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 46 1:1)
πρὸ τοῦ δ ὑπὸ τῆς πενίας ἅπαντ ἐπήσθιεν.
(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 69 4:6)
παντί τοι τέρψις ἀνθρώπων βίῳ ἕπεται νόσφιν γε νόσων πενίας τ ἀμαχάνου.
(바킬리데스, Οδες ῾Γρεεκ᾿, epinicians, ode 1 Ἀργεῖῳ Κεῖῳ Παιδί Πύκτῃ Ἴσθμια 15:3)
ἐγὼ γὰρ ἡγοῦμαι ἐπὶ μὲν Αἴγυπτον καὶ Ὀρόνταν καί τινας τῶν ἄλλων βαρβάρων πολλοὺς ἂν ἐθελῆσαι τῶν Ἑλλήνων μισθοφορεῖν παρ ἐκείνῳ, οὐχ ἵν ἐκεῖνος ἕλῃ τινὰ τούτων, ἀλλ ἵν εὐπορίαν τιν ἕκαστος ἑαυτῷ κτησάμενος ἀπαλλαγῇ τῆς ὑπαρχούσης πενίας:
(데모스테네스, Speeches 11-20, Περὶ τῶν Συμμοριῶν 36:2)
ὁ δὲ πατὴρ οὗτος εἰρήσεται γάρ ἅμα τῆς πενίας ἧς ὑμεῖς ἅπαντες ἴστε, καὶ τοῦ ἰδιώτης εἶναι φανερὰς ἔχων τὰς μαρτυρίας ἀγωνίζεται:
(데모스테네스, Speeches 41-50, Πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου Κλήρου 4:1)
καὶ ἅμα μὲν κατ ἐμοῦ λέγουσιν τὰς ἐκ τῆς πενίας ἀδοξίας καὶ περὶ τὸ γένος διαβάλλουσιν, ἅμα δὲ δι εὐπορίαν φασὶ πάντα μ ὠνεῖσθαι.
(데모스테네스, Speeches 51-61, Ἔφεσις πρὸς Εὐβουλίδην 73:2)
καὶ ἵλεως τοῖς δεομένοις, Φύξιος δὲ διὰ τὴν τῶν κακῶν ἀπόφυξιν, Ξένιος δέ, ὅτι καὶ τοῦτο ἀρχὴ φιλίας, μηδὲ τῶν ξένων ἀμελεῖν μηδὲ ἀλλότριον ἡγεῖσθαι μηδένα ἀνθρώπων, Κτήσιος δὲ καὶ Ἐπικάρπιος,ἅτε τῶν καρπῶν αἴτιος καὶ δοτὴρ πλούτου καὶ κτήσεως, οὐ πενίας οὐδὲ ἀπορίας, ὡς εὐθὺς ἁπάσας ταύτας δέον ἕπεσθαι τὰς δυνάμεις τῇ τοῦ βασιλέως δυνάμει τε καὶ κλήσει.
(디오, 크리소토모스, 연설, περὶ ΒΑΣΙΛΕΙΑΣ α. 49:1)
ὁ δὲ οὐδένα ἀνθρώπων ὑπῄει θωπεύων, ἀλλὰ τἀληθῆ πρὸς ἅπαντας λέγων καὶ οὐδεμίαν δραχμὴν κεκτημένος ὡς ἐβούλετο ἔπραττε καὶ τῶν προκειμένων οὐδενὸς ἀπετύγχανε καὶ τὸν βίον ἔζη μόνος, ὃν ἡγεῖτο ἄριστον καὶ εὐδαιμονέστατον, καὶ οὐκ ἂν ἠλλάξατο τὴν ἐκείνου βασιλείαν οὐδὲ τὸν τῶν Περσῶν τε καὶ Μήδων πλοῦτον ἀντὶ τῆς ἑαυτοῦ πενίας.
(디오, 크리소토모스, 연설, περὶ ΒΑΣΙΛΕΙΑΣ δ. 11:1)
οὐ γὰρ δὴ ἀεί ποτε τὸ ἀργύριον ὠφελεῖ τοὺς κτησαμένους, ἀλλὰ πολλῷ πλείονας βλάβας καὶ πλείω κακὰ πεπόνθασιν ἄνθρωποι ὑπὸ ἀργυρίου ἢ ὑπὸ πενίας, ἄλλως τε καὶ ἀνόητοι ὄντες.
(디오, 크리소토모스, 연설, ΔΙΟΓΕΝΗΣ ἢ περὶ ΟΙΚΕΤΩΝ.? 17:5)

SEARCH

MENU NAVIGATION