- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ ἀφικνεῖται ἐς Κελαινὰς πεμπταῖος.?
(아리아노스, Anabasis, book 1, chapter 29 1:2)
ἐντεῦθεν δ ἀναζεύξας προῆγεν ἐπὶ τὴν Περσίδα καὶ πεμπταῖος ἧκεν ἐπὶ τὰς Σουσιάδας καλουμένας πέτρας.
(디오도로스 시켈로스, Library, book xvii, chapter 68 2:1)
πεμπταῖος δὲ κατανύσας εἰς τὴν Μεσσήνην, αὐτὸς μὲν ἐν τῇ πόλει τὴν δύναμιν ἀνελάμβανε, Θεαρίδην δὲ τὸν ἀδελφὸν ἐπὶ τὰς Λιπαραίων νήσους ἀπέστειλε μετὰ νεῶν τριάκοντα:
(디오도로스 시켈로스, Library, book xiv, chapter 101 14:2)
ὁ δὲ πεμπταῖος πάντων μὲν κάκιστος‧ καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγινόμενος κτείνει.
(히포크라테스, Hippocrates Collected Works I, EPIDHMIWN A, ἀρ´ρωστοι τεσσαρες καίδεκα207)
Πολλὰ δ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι‧ τὸ δέ γε μὴν κρέσσον μαρτύριον‧ οὐ γὰρ ἠδελφισμένον ἐστὶ τῷ πρήγματι, περὶ οὗ μοι ὁ πλεῖστος λόγος εἴρηται, ἀλλ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον‧ οἱ γὰρ ἀρχόμενοι τῶν ὀξέων νουσημάτων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον αὐθημερὸν ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐῤῬόφεον τὸ προστυχὸν, οἱ δὲ καὶ κυκεῶνα ἐῤῬόφεον‧ ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν ἢ εἰ ἑτεροίως τις διαιτηθείη‧ πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τουτέῳ τῷ χρόνῳ ἁμαρτηθέντα, ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ἐὼν τοιάδε διαιτηθείη, ἢ καὶ πεμπταῖος‧ ἔτι μέντοι κάκιον, εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας, ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νοῦσον‧ οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ παντάπασιν εὐήθης ἡ νοῦσος εἰή.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ, 11.3)
Εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὐήθες, μήτε ἄγαν εὐελκὴς ἐὼν, μήτε ἄγαν δυσελκὴς, αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο, καὶ μηδαμῆ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντος μὲν ἂν οὕτως εἰή μᾶλλον, καὶ ὑγιὴς πολλῷ θᾶσσον ἂν γένοιτο, ἢ εἰ πλανώμενος ἰητρεύοιτο‧ εἰ μέντοι πεμπταῖος ἢ ἑκταῖος ἐὼν ἢ καὶ ἔτι ἀνωτέρω, ἀναστὰς ἐθέλοι προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ αὐτίκα ἐξ ἀρχῆς πλανώμενος ἰητρεύοιτο‧ εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονήσειεν ἢ εἰ ἐκείνως ἰητρευόμενος τὰ αὐτὰ ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ, 12.6)
ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα.
(루키아노스, Dialogi meretricii, Δορκὰς, Παννυχὶς, Φιλόστρατος, Πολέμων. 4:7)
"ἡμέρᾳ τὸν Ιὄνιον ἀπὸ Βρεντεσίου περάσας εἰς Κέρκυραν κατήχθην πεμπταῖος δ ἐκεῖθεν ἐν Δελφοῖς τῷ θεῷ θύσας, ἑτέραις αὖθις αὖ πέντε τὴν δύναμιν ἐν Μακεδονίᾳ παρέλαβον, καὶ τὸν εἰωθότα συντελέσας καθαρμὸν αὐτῆς καὶ τῶν πράξεων εὐθὺς ἐναρξάμενος ἐν ἡμέραις ἄλλαις πεντεκαίδεκα τὸ κάλλιστον ἐπέθηκα τῷ πολέμῳ τέλος, ἀπιστῶν δὲ τῇ Τύχῃ διὰ τὴν εὔροιαν τῶν πραγμάτων, ὡς ἄδεια πολλὴ καὶ κίνδυνος οὐδεὶς ἦν ἀπὸ τῶν πολεμίων, μάλιστα κατὰ πλοῦν ἐδεδίειν τὴν μεταβολὴν τοῦ δαίμονος ἐπ εὐτυχίᾳ, τοσοῦτον στρατὸν νενικηκότα καὶ λάφυρα καὶ βασιλεῖς αἰχμαλώτους κομίζων, οὐ μὴν ἀλλὰ καὶ σωθεὶς πρὸς ὑμᾶς καὶ τὴν πόλιν ὁρῶν εὐφροσύνης καὶ ζήλου καὶ θυσιῶν γέμουσαν, ἔτι τὴν Τύχην δι ὑποψίας εἶχον, εἰδὼς οὐδὲν εἰλικρινὲς οὐδ ἀνεμέσητον ἀνθρώποις τῶν μεγάλων χαριζομένην.
(플루타르코스, Aemilius Paulus, chapter 36 3:1)
καί διέπλευσε μέν εἰς Βρεντέσιον εὐτυχῶς, μιᾷ δ ἡμέρᾳ διελάσας ἐκεῖθεν εἰς Τάραντα καί τέσσαρας ἄλλας ὁδεύσας πεμπταῖος εἰς Ῥώμην ἀπὸ θαλάσσης ἀφίκετο καί πρῶτος ἀπήγγειλε τὴν νίκην.
(플루타르코스, Marcus Cato, chapter 14 4:2)
ταῦτα δὲ διαπραξάμενος ἧκε πεμπταῖος εἰς Ὀλυμπίαν.
(폴리비오스, Histories, book 4, chapter 73 3:1)
διανύσας δ ἐπὶ τὸ προκείμενον πεμπταῖος, κατεστρατοπέδευσε πεντήκοντα σταδίους ἀποσχὼν Ῥαφίας, ἣ κεῖται μετὰ Ῥινοκόλουρα πρώτη τῶν κατὰ Κοίλην Συρίαν πόλεων ὡς πρὸς τὴν Αἴγυπτον.
(폴리비오스, Histories, book 5, chapter 80 3:1)
καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, τὰς δ Ἄλπεις οὐδ ἂν πεμπταῖος ἀναβαίη τις:
(폴리비오스, Histories, book 34, vi. de gallia 16:1)
καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, τὰς δ Ἄλπεις οὐδ ἂν πεμπταῖος ἀναβαίη τίς:?
(스트라본, 지리학, book 4, chapter 6 24:6)

SEARCH

MENU NAVIGATION