- 문장 내 검색

헬라어 문장 내 검색 Language

"φίλος ὢν ὑμῖν πατρῷος, ὦ Σύλλα, Μιθριδάτης ὁ βασιλεὺς ἐπολέμησε μὲν διὰ στρατηγῶν ἑτέρων πλεονεξίαν, διαλύσεται δὲ διὰ τὴν σὴν ἀρετήν, ἢν τὰ δίκαια προστάσσῃς.?
(아피아노스, The Foreign Wars, chapter 8 3:3)
ἀξιοπιστίας δὲ καὶ τὸ τοῖς ὁρ´κοις καὶ ταῖς ἀραῖς χρῆσθαι, οἱο῀ν καλῶ δὲ ἐναντίον ὑμῶν τοὺς θεοὺς πάντας καὶ πάσας ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον, ὃς πατρῷός ἐστι τῇ πόλει, καὶ ἐπεύχομαι πᾶσι τούτοις, εἰ μὲν ἀληθῆ πρὸς ὑμᾶς εἴποιμι καὶ εἶπον καὶ τότ εὐθὺς ἐν τῷ δήμῳ εὐτυχίαν μοι δοῦναι καὶ σωτηρίαν:
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ ἀξιοπιστίας. 4:1)
μετὰ δὲ ταῦτα εἰ ἔστιν αὐτῷ Ἀπόλλων Πατρῷος καὶ Ζεὺς Ἑρκεῖος, καὶ ποῦ ταῦτα τὰ ἱερά ἐστιν, εἶτα ἠρία εἰ ἔστιν καὶ ποῦ ταῦτα, ἔπειτα γονέας εἰ εὖ ποιεῖ, καὶ τὰ τέλη <εἰ> τελεῖ, καὶ τὰς στρατείας εἰ ἐστράτευται.
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 55 3:2)
οὐ γάρ εἰσι βάρβαροι, ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ·
(아리스토파네스, Birds, Lyric-Scene, antistrophe 1 2:2)
καλῶ δ ἐναντίον ὑμῶν, ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς πάντας καὶ πάσας ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον, ὃς πατρῷός ἐστι τῇ πόλει, καὶ ἐπεύχομαι πᾶσι τούτοις, εἰ μὲν ἀληθῆ πρὸς ὑμᾶς εἴποιμι καὶ εἶπον καὶ τότ εὐθὺς ἐν τῷ δήμῳ, ὅτε πρῶτον εἶδον τουτονὶ τὸν μιαρὸν τούτου τοῦ πράγματος ἁπτόμενον ἔγνων γάρ, εὐθέως ἔγνων, εὐτυχίαν μοι δοῦναι καὶ σωτηρίαν, εἰ δὲ πρὸς ἔχθραν ἢ φιλονικίας ἰδίας ἕνεκ αἰτίαν ἐπάγω τούτῳ ψευδῆ, πάντων τῶν ἀγαθῶν ἀνόνητόν με ποιῆσαι.
(데모스테네스, Speeches 11-20, Περὶ τοῦ Στεφάνου 211:1)
ἐπεὶ δὲ Τροία θ Ἕκτορός τ ἀπόλλυται ψυχή, πατρῴα θ ἑστία κατεσκάφη, αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου, κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμ ἁλὸς μεθῆχ, ἵν αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
(에우리피데스, Hecuba, episode 1:6)
σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ ἔχειν - ὄνομά τ ἐμοῦ γένοιτ ἄν, οὐδ ἄπαις δόμος πατρῷος οὑμὸς ἐξαλειφθείη ποτ ἄν.
(에우리피데스, Iphigenia in Tauris, episode, lyric 2:6)
ἔτ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα πατρῷος:
(에우리피데스, Suppliants, choral, antistrophe 21)
καὶ ἦν γὰρ ὄνομα Ἴδη πατρῷος ἀπελευθέρα τῷ Μούνδῳ παντοίων ἴδρις κακῶν, δεινῶς φέρουσα τοῦ νεανίσκου τῷ ψηφίσματι τοῦ θανεῖν, οὐ γὰρ ἀφανὴς ἦν ἀπολούμενος, ἀνεγείρει τε αὐτὸν ἀφικομένη διὰ λόγου πιθανή τε ἦν ἐλπίδων τινῶν ὑποσχέσεσιν, ὡς διαπραχθησομένων ὁμιλιῶν πρὸς τὴν Παυλῖναν αὐτῷ.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 18 87:1)
τοῦ δὲ τοὺς περὶ τὸν Ἡρώδην προκρίνοντος, ἡσθείς, ἦν γὰρ δὴ καὶ ξένος αὐτοῖς πατρῷος δεχθεὶς ὑπ Ἀντιπάτρου φιλοφρόνως ὅτε εἰς τὴν Ιοὐδαίαν σὺν Γαβινίῳ παρέβαλλεν, τετράρχας ἀποδείκνυσιν τοὺς ἀδελφοὺς πᾶσαν διοικεῖν τὴν Ιοὐδαίαν ἐπιτρέπων.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον α. 351:2)
καὶ ὅς, εἰρωνικῶς πάνυ ἐπισχὼν ὥς τι μέγα σκοπούμενος, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες, ἔστιν σοι Ζεὺς πατρῷος·
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, Εὐθύδημος 409:4)
εἶτα τοῖς ἄλλοις, ἔφη, Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς ὁ πατρῷος·
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, Εὐθύδημος 410:2)
οὐκ ἔστιν, ἦν δ ἐγώ, αὕτη ἡ ἐπωνυμία Ιὤνων οὐδενί, οὔθ ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθ ἡμῖν, ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ιὤνος γένεσιν:
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, Εὐθύδημος 410:3)
Ζεὺς δ ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἑρ´κειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία.
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, Εὐθύδημος 411:1)
"ἡμῖν δὲ τοῖς Ἀθηναίοις, ὡς οἱ πατέρες λέγουσιν, ἀρχηγέτις Ἀθηνᾶ καὶ πατρῷος Ἀπόλλων ἐστίν, ὧν ἡ μὲν ἔρριψε τὸν αὐλόν, ὁ δὲ καὶ τὸν αὐλητὴν ἐξέδειρεν.
(플루타르코스, Ἀλκιβιάδης?, chapter 2 5:4)

SEARCH

MENU NAVIGATION