- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἆρ ἐάν τις ὑμῶν ἀδικούμενος ἀνακράγῃ, προσδραμοῦνται καὶ παρέσονται βοηθοῦντες·?
(데모스테네스, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 287:2)
ἢν δέ γε καὶ τὰ ἐγὼ ἐλπίζω γένηται καὶ νικήσωμεν τῇσι νηυσί, οὔτε ὑμῖν ἐς τὸν Ἰσθμὸν παρέσονται οἱ βάρβαροι οὔτε προβήσονται ἑκαστέρω τῆς Ἀττικῆς, ἀπίασί τε οὐδενὶ κόσμῳ, Μεγάροισί τε κερδανέομεν περιεοῦσι καὶ Αἰγίνῃ καὶ Σαλαμῖνι, ἐν τῇ ἡμῖν καὶ λόγιον ἐστὶ τῶν ἐχθρῶν κατύπερθε γενέσθαι.
(헤로도토스, The Histories, book 8, chapter 60C 1:1)
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἱο῀ν ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσονται.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 83.68)
αἵ τε μετ αὐτὴν ἐφεξῆς καὶ ἐχόμεναι ἀλλήλαις ἐχομένως παρέσονται, ἑκάστη τὰ αὑτῆς ἐξ ἀνάγκης φέρουσαι.
(플루타르코스, De fato, section 3 6:2)
ἴσως γὰρ οἱ πολέμιοι αὐτίκα παρέσονται.
(크세노폰, Anabasis, Κύρου Ἀναβάσεως Γ, chapter 2 34:2)
μεθ ὧν, ἂν οἱ θεοὶ θέλωσι, πολλὴν χώραν τὴν μὲν ἀπολήψῃ πατρῴαν οὖσαν, τὴν δὲ κτήσῃ, πολλοὺς δὲ ἵππους, πολλοὺς δὲ ἄνδρας καὶ γυναῖκας καλὰς κτήσῃ, οὓς οὐ λῄζεσθαί σε δεήσει, ἀλλ αὐτοὶ φέροντες παρέσονται πρὸς σὲ δῶρα.
(크세노폰, Anabasis, Κύρου Ἀναβάσεως Ζ, chapter 3 37:2)
Ἀρμενίων δ, ἔφη, τῶν ὁμόρων ἡμῖν παρέσονται ἱππεῖς μὲν τετρακισχίλιοι, πεζοὶ δὲ δισμύριοι.
(크세노폰, Cyropaedia, Κύρου Παιδείας Β, chapter 1 8:5)
καὶ τἆλλα δὲ πάντα ὁπόσα καλὴν δαῖτα παρέξει ἕτοιμα ποιεῖτε, ὡς αὐτίκα μάλα παρέσονται ὁπότεροι ἂν κρατῶσι, καὶ ἀξιώσουσιν ἔκπλεω ἔχειν πάντα τὰ ἐπιτήδεια.
(크세노폰, Cyropaedia, Κύρου Παιδείας Δ, chapter 2 43:3)
αὔριον δ, ἔφη, πρῲ δεῦρ ἐπὶ τὰς σὰς θύρας παρέσονται οἱ ἐπικαίριοι, ὅπως βουλευσώμεθα πάντες σὺν σοὶ ὅ τι χρὴ ποιεῖν τὸ ἐκ τοῦδε.
(크세노폰, Cyropaedia, Κύρου Παιδείας Ε?, chapter 5 51:1)

SEARCH

MENU NAVIGATION