- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ εἰ μὴ πρῶτον μὲν θεῶν τις ἔσωσε τὸ στρατόπεδον, ἔπειθ οἱ στρατιῶται οἱ ὑμέτεροι καὶ οἱ πεζοὶ καὶ οἱ ἱππεῖς ἄνδρες ἐγένοντο ἀγαθοί, καὶ παρὰ τὸν ἱππόδρομον τὸν ἐν Ταμύναις ἐκ παρατάξεως μάχῃ κρατήσαντες ὑποσπόνδους ἀφεῖσαν τοὺς πολεμίους, ἐκινδύνευσεν ἂν ἡ πόλις αἴσχιστα παθεῖν:?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 881)
γενομένης δὲ καὶ παρατάξεως, οἱ Καυκαῖοι ψιλοῖς ἐοικότες ἐκράτουν ἐπὶ πολὺ τοῦ Λευκόλλου, μέχρι σφῶν τὰ ἀκόντια πάντα ἐξαναλώθη:
(아피아노스, The Foreign Wars, chapter 9 8:6)
οὐ μὴν ὥσπερ τῷ ῥήματι καὶ τῷ κέρᾳ τῆς παρατάξεως, οὕτω κἀν ταῖς πράξεσι τὴν ἡγεμονίαν ἑτέροις παρεῖσαν, πόθεν·
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 47:11)
"συνεπιστρέψαντες δὲ τοὺς μέσους χοροὺς πρὸς τοὺς ἄκρους οἱ μὲν αὐληταὶ φυσῶντες ἀδιανόητα καὶ διαφέροντες τοὺς αὐλοὺς ἀπῆγον ἀνὰ μέρος ἐπ ἀλλήλους, ἅμα δὲ τούτοις ἐπικτυποῦντες οἱ χοροὶ καὶ συνεπισείοντες τὴν σκευὴν ἐπεφέροντο τοῖς ἐναντίοις καὶ πάλιν ἀνεχώρουν ἐκ μεταβολῆς, ὡς δὲ καὶ περιζωσάμενός τις τῶν χορευτῶν ἐκ τοῦ καιροῦ στραφεὶς ἦρε τὰς χεῖρας ἀπὸ πυγμῆς πρὸς τὸν ἐπιφερόμενον αὐλητήν, τότ ἤδη κρότος ἐξαίσιος ἐγένετο καὶ κραυγὴ τῶν θεωμένων, ἔτι δὲ τούτων ἐκ παρατάξεως ἀγωνιζομένων ὀρχησταὶ δύο εἰσήγοντο μετὰ συμφωνίας εἰς τὴν ὀρχήστραν, καὶ πύκται τέσσαρες ἀνέβησαν ἐπὶ τὴν σκηνὴν μετὰ σαλπιγκτῶν καὶ βυκανιστῶν.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 4 1:7)
νυνὶ δ ὁρᾶτε μὲν δήπου τὰ πλεῖστα τοὺς προδότας ἀπολωλεκότας, οὐδὲν δ ἐκ παρατάξεως οὐδὲ μάχης γιγνόμενον:
(데모스테네스, Speeches, Κατὰ Φιλίππου Γ 58:1)
δέομαι δ ὑμῶν, ὦ ἄνδρες δικασταί, βοηθῆσαι τῷ τε πατρὶ τούτῳ καὶ ἐμοί, ἐὰν λέγωμεν τὰ δίκαια, καὶ μὴ περιιδεῖν πένητας ἀνθρώπους καὶ ἀσθενεῖς καταστασιασθέντας ὑπὸ παρατάξεως ἀδίκου.
(데모스테네스, Speeches 41-50, Πρὸς Λεωκάρη περὶ τοῦ Ἀρχιάδου Κλήρου 3:1)
τὸν δὲ λοιπὸν χρόνον τὰ μὲν ἐποίουν κακῶς, τὰ δ ἔπασχον, καὶ μάχαι μὲν οὐ πολλαὶ ἐγένοντο ἐκ παρατάξεως:
(디오, 크리소토모스, 연설, ΤΡΩΙΚΟΣ ΥΠΕΡ τοῦ ΙΛΙΟΝ ΜΗ ΑΛΩΝΑΙ. 96:1)
γενομένης οὖν παρατάξεως περὶ τὴν Μάρειαν κώμην, καὶ τῶν Αἰγυπτίων τῇ μάχῃ κρατησάντων, ὁ μὲν Ἀπρίης ζωγρηθεὶς ἀνήχθη καὶ στραγγαλισθεὶς ἐτελεύτησεν, Ἄμασις δὲ διατάξας τὰ κατὰ τὴν βασιλείαν ὥς ποτ ἔδοξεν αὐτῷ συμφέρειν, ἦρχε νομίμως τῶν Αἰγυπτίων καὶ μεγάλης ἐτύγχανεν ἀποδοχῆς.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 68 5:1)
καὶ τὸ μὲν πρῶτον γενομένης ἐν τῷ πεδίῳ παρατάξεως ἐλείφθησαν οἱ τὴν ἀπόστασιν ποιησάμενοι, καὶ πολλοὺς ἀποβαλόντες συνεδιώχθησαν εἰς ὄρος ἀπέχον τῆς Νίνου σταδίους ἑβδομήκοντα:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 2, chapter 25 1:2)
γενομένης οὖν τρίτης παρατάξεως πάλιν ὁ βασιλεὺς ἐνίκησε, καὶ τῆς τε παρεμβολῆς τῶν ἀποστατῶν ἐκυρίευσε καὶ τοὺς ἡττηθέντας ἐδίωξε μέχρι τῶν ὁρ´ων τῆς Βαβυλωνίας:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 2, chapter 25 6:1)
γενομένης δὲ παρατάξεως, καὶ τῶν περὶ τὸν Σίπυλον καὶ Μόψον προτερησάντων, τήν τε βασίλισσαν τῶν Ἀμαζόνων Μύριναν ἀναιρεθῆναι καὶ τῶν ἄλλων τὰς πλείους.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 55 11:1)
τοῦτον δ ὑπὸ τῆς Ῥέας πεισθέντα στρατεῦσαι μετὰ τῶν Τιτάνων ἐπ Ἄμμωνα, καὶ γενομένης παρατάξεως τὸν μὲν Κρόνον ἐπὶ τοῦ προτερήματος ὑπάρξαι, τὸν δ Ἄμμωνα σιτοδείᾳ πιεζόμενον φυγεῖν εἰς Κρήτην, καὶ γήμαντα τῶν τότε βασιλευόντων Κουρήτων ἑνὸς θυγατέρα Κρήτην δυναστεῦσαί τε τῶν τόπων καὶ τὸ πρὸ τοῦ τὴν νῆσον Ἰδαίαν καλουμένην ἀπὸ τῆς γυναικὸς ὀνομάσαι Κρήτην.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 71 2:1)
γενομένης δὲ παρατάξεως ἰσχυρᾶς, καὶ πολλῶν παρ ἀμφοτέροις πεσόντων, τρωθῆναι μὲν τὸν Κρόνον, ἐπικρατῆσαι δὲ τὸν Διόνυσον ἀριστεύσαντα κατὰ τὴν μάχην.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 71 4:3)
γενομένης δὲ παρατάξεως μεγάλης ἐπικρατῆσαι τοὺς περὶ τὸν Διόνυσον καὶ πάντας ἀνελεῖν τοὺς Τιτᾶνας.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 73 8:1)
κατὰ δὲ τὰς παρατάξεις εἰώθασι προάγειν τῆς παρατάξεως καὶ προκαλεῖσθαι τῶν ἀντιτεταγμένων τοὺς ἀρίστους εἰς μονομαχίαν, προανασείοντες τὰ ὅπλα καὶ καταπληττόμενοι τοὺς ἐναντίους.?
(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 29 2:3)

SEARCH

MENU NAVIGATION