- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἀλλ ἐκεῖνο μὲν αὐτοῦ τὸ παρανόμημα πρόφασις εὐπρεπὴς συγγνωστὸν ἐδόκει ποιεῖν, ὁ ἀδελφὸς Ἀσάηλος ἐκδεδικῆσθαι νομιζόμενος, τοῦ δ Ἀμασᾶ φόνου οὐδὲν τοιοῦτον ἔσχε παρακάλυμμα.?
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 7 349:2)
παραινοίη δ αὐτοῖς Ἡρώδην μὲν ἀπεγνωκέναι περιττὸν ἤδη τετυχηκότα καὶ τῷ γήρᾳ παρακάλυμμα τοῦ χρόνου ποιούμενον, μελαίνοντα τὰς τρίχας καὶ κλέπτοντα τὸν ἔλεγχον τῆς ἡλικίας:
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 16 276:1)
ἦν δ ἄρα τοῦτο πρόφασις εἰς παρακάλυμμα τῆς ὠμότητος καὶ τῆς πλεονεξίας ὑπ αὐτῶν λεγόμενον:
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον ζ. 294:1)
οὕτω δὴ λαβὼν παρά τινος τῶν δορυφόρων Ἀλέξανδρος αἰχμήν ἀπαντῶντα τὸν Κλεῖτον αὐτῷ καὶ παράγοντα τὸ πρὸ τῆς θύρας παρακάλυμμα διελαύνει.
(플루타르코스, Alexander, chapter 51 5:3)
καὶ γάρ τοῦτο προσέθηκε τὸ σοφὸν ὥσπερ παρακάλυμμα τῆς αἰσχύνης, ὁ μὲν οὖν δῆμος ἡσθεὶς ὀμόσαντος ἀνεκρότησε καὶ κατευφήμησε, τοὺς δὲ ἀρίστους κατήφεια δεινὴ καὶ μῖσος ἔσχε τοῦ Μαρίου τῆς μεταβολῆς, ὤμνυσαν οὖν ἅπαντες ἐφεξῆς δεδιότες τὸν δῆμον ἄχρι Μετέλλου:
(플루타르코스, Caius Marius, chapter 29 4:2)
ἢ ταῦτα μὲν ἰσχυρὰ καὶ ἄκρατος ἀπάθεια πρὸς γαμετὴν καὶ τὰ ταράττοντα καὶ κατακαίοντα ζηλοτυπίαις τοὺς πολλούς, ἐκεῖνα δὲ ὥσπερ αἰσχυνομένη ἀτυφία τίς, παρακάλυμμα τὴν ἐγγύην ἐφελκομένη καὶ τὸ δυσκαρτέρητον ἐξομολογουμένη τῆς κοινωνίας·
(플루타르코스, Comparison of Lycurgus and Numa, chapter 3 2:2)
καὶ παρέσχεν ἑαυτὸν οὐκ ἄχαριν οὐδὲ ἐπαχθῆ τοῖς ὑπηκόοις, εἰδὼς φυγῆς ὑποκόρισμα καὶ παρακάλυμμα τὴν ἀρχὴν αὐτῷ δεδομένην.
(플루타르코스, Galba, chapter 20 1:2)
"συνετέθη γὰρ οἶμαι καλῶς παρακάλυμμα τῆς ἡδονῆς τὸ σκότος προθεμένους ταῦτα πράσσειν, καὶ μὴ διὰ φωτὸς ἐντυγχάνοντας ἐξελαύνειν τῶν ὀμμάτων τὸ αἰδούμενον καὶ τῷ ἀκολάστῳ θάρσος ἐμποιεῖν καὶ μνήμας ἐναργεῖς, αἷς τὸ ἐνδιατρίβειν αὖθις ἐκριπίζει τὰς ἐπιθυμίας.
(플루타르코스, Quaestiones Convivales, book 3, Περὶ καιροῦ συνουσίας.? 18:6)

SEARCH

MENU NAVIGATION