- 문장 내 검색

헬라어 문장 내 검색 Language

θαυμαστὰ δέ μοι δοκοῦσι λέγειν οἱ πρέσβεις καὶ παντάπασιν ἐναντία ἑαυτοῖς, οἵτινες τῷ μὲν Φιλίππῳ φασὶ δεῖν χάριν ὑμᾶς ἔχειν, εἴ τι πώποτ ἐποίησεν ὑμᾶς εὖ, αὐτοὺς δὲ κελεύουσι προέσθαι πάντα τὰ πράγματα ἐφ ὑμῖν ὄντα, καὶ τοσούτῳ χείρους Φιλίππου γενέσθαι περὶ ὑμᾶς αὐτοὺς ὥσθ ὁ μὲν εἰ καὶ μὴ τοῦτ ἐβούλετο, ἀλλ οὖν τινά γ ὑμῖν ἔπραξεν εἰς καιρὸν, ὑμεῖς δ ὧν οὐκ ἂν ἔχοιτε μείζω, ταῦθ ἑκόντες εἰς ὑμᾶς αὐτοὺς ἐξαμαρτήσεσθε, καὶ τοσοῦτον ἀφέξετε τοῦ μιμεῖσθαι ἐκεῖνον, ὥσθ ὁ μὲν ὑμῖν τοὺς πολεμίους παρέδωκεν, ὑμεῖς δ ἐὰν ἃ πείθουσιν οὗτοι ποιῆτε, ὑμᾶς αὐτοὺς τοῖς πολεμίοις παραδώσετε.?
(아리스티데스, 아일리오스, 연설, συμμαχικὸς β πρὸς Θηβαίους περὶ τῆς συμμαχίας 5:10)
ὅτῳ παραδώσετε τὰ πράγματα ζητεῖτε, δυσχεραίνετε:
(데모스테네스, Speeches, Κατὰ Φιλίππου Δ 23:3)
ἐκεῖνος γὰρ ὁπότ ἴδοι πλείονας ἀνθρώπους ἐν τῷ αὐτῷ, σχετλιάζων καὶ ἐπιτιμῶν ἐβόα πάνυ ἀνδρείως τε καὶ ἀνυποστόλως, Ποῖ φέρεσθε, ὤνθρωποι, καὶ ἀγνοεῖτε μηδὲν τῶν δεόντων πράττοντες, χρημάτων μὲν ἐπιμελούμενοι καὶ πορίζοντες πάντα τρόπον, ὅπως αὐτοί τε ἄφθονα ἕξετε καὶ τοῖς παισὶν ἔτι πλείω παραδώσετε, αὐτῶν δὲ τῶν παίδων καὶ πρότερον ὑμῶν τῶν πατέρων ἠμελήκατε ὁμοίως ἅπαντες, οὐδεμίαν εὑρόντες οὔτε παίδευσιν οὔτε ἄσκησιν ἱκανὴν οὐδὲ ὠφέλιμον ἀνθρώποις, ἣν παιδευθέντες δυνήσεσθε τοῖς χρήμασι χρῆσθαι ὀρθῶς καὶ δικαίως, ἀλλὰ μὴ βλαβερῶς καὶ ἀδίκως, καὶ ὑμῖν αὐτοῖς , ὃ σπουδαιότερον τῶν χρημάτων, καὶ υἱοῖς καὶ θυγατράσι καὶ γυναιξὶ καὶ ἀδελφοῖς καὶ φίλοις, κἀκεῖνοι ὑμῖν.
(디오, 크리소토모스, 연설, ἐν ΑΘΗΝΑΙΣ περὶ ΦΥΓΗΣ. 20:1)
ἀλλ ἐὰν μὲν δοράτιον ἐξέλῃ τις ἐκ τῆς χειρὸς ἢ κράνους ἀπορρήξῃ τὸν λόφον ἢ τὴν ἀσπίδα τοῦ βραχίονος ἢ χαλινὸν ἵππου, τῷ δημοσίῳ τοῦτον εὐθὺς παραδώσετε, καὶ τὴν αὐτὴν ὑπομενεῖ τιμωρίαν τοῖς ἱεροσύλοις, ὥσπερ ἀμέλει καὶ πολλοὶ τεθνήκασι διὰ τοιαύτας αἰτίας, καὶ πλέον οὐδὲν λέγουσιν αὐτοῖς ὅτι τῶν ἀνωνύμων τινὰ καὶ σφόδρα παλαιῶν ἐλωβήσαντο εἰκόνων:
(디오, 크리소토모스, 연설, ΡΟΔΙΑΚΟΣ. 107:1)
ἢ πάντων ἂν εἰήτε ἀφρονέστατοι, εἰ πρὸς ἑνὸς ἄρχεσθαι τυραννικοῦ ἀνδρὸς οὐκ ἀνασχετὸν ἡγησάμενοι δήμῳ τυραννίδι πολυκεφάλῳ νῦν ὑμᾶς αὐτοὺς παραδώσετε, καὶ ταῦτ οὐ μετὰ χαρίτων αὐτῷ πείθοντι συγχωρήσετε ὑπό τ ἀνάγκης κρατηθέντες καὶ ὡς οὐκ ἐξὸν ἄλλο τι δρᾶν νῦν ἡμῖν παρὰ γνώμην εἴξαντες.
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 61 5:3)
καὶ ἀγνοεῖτε οὐδὲν τῶν δεόντων πράττοντες, οἵτινες χρημάτων μὲν πέρι τὴν πᾶσαν σπουδὴν ἔχετε ὅπως ὑμῖν ἔσται, τῶν δ ὑέων οἷς ταῦτα παραδώσετε ὅπως ἐπιστήσονται χρῆσθαι δικαίως τούτοις, οὔτε διδασκάλους αὐτοῖς εὑρίσκετε τῆς δικαιοσύνης, εἴπερ μαθητόν - εἰ δὲ μελετητόν τε καὶ ἀσκητόν, οἵτινες ἐξασκήσουσιν καὶ ἐκμελετήσουσιν ἱκανῶς - οὐδέ γ ἔτι πρότερον ὑμᾶς αὐτοὺς οὕτως ἐθεραπεύσατε.
(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Κλειτόφων 5:2)
εἰ δ ἡττηθήσεσθε, εὖ ἴστε ὅτι παραδώσετε ταῦτα πάντα τοῖς πολεμίοις.
(크세노폰, Cyropaedia, Κύρου Παιδείας Γ?, chapter 3 54:4)

SEARCH

MENU NAVIGATION