- 문장 내 검색

헬라어 문장 내 검색 Language

Ἢν δὲ ἐπὶ μᾶλλον αὔξῃ τὸ πάθος, μέζω τὰ πάντα καὶ κακίω· σφυγμοὶ σμικρότατοι καὶ πυκνότατοι, πῦρ ξηρότατον καὶ δριμύτατον , γνώμη παράφορος, πάντων ἀγνωσίη, διψώδεες, ψαῦσαι ψυχροῦ ἐπιθυμίη, τοίχου, ἐσθῆτος, ἐδάφεος, ὑγροῦ· χεῖρες ψυχραὶ, θέναρα θερμότατα, ὄνυχες πελιδνοὶ, ἀναπνοὴ πυκινὴ, νοτὶς περὶ μέτωπα καὶ κληΐδας.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ιβ. Περὶ Σατυριάσεως.112)
πνεῦμα σμικρὸν ἕλκουσι, ἐκπνέουσι μέζον· χροιὴν μελάγχλωροι, μολιβδοειδέες· ἀπόσιτοι · ἢν δέ τι προσενέγκωνται φυσώδεες τῷ ὑποχονδρίῳ, ἐρεύξιες χολώδεες , ὀξίζουσαι, βρωμώδεες · ναυτίη, διάστασις κενεὴ, γαστὴρ ἀπολελυμένη τὰ πολλὰ, χολώδεα, γλίσχρα, βραχέα · ἀεὶ δὲ ἐπαυξέα γίγνεται τὰ πάθεα· γνώμη οὐ κάρτα παράφορος, νωθρὴ, μετέωρος, τετυφωμένη , ὄκνος πουλὺς, ψύξις ἀκρέων, τρόμοι, Ῥίγεα, λὺγξ κενὴ, σπασμώδης, ἴκτερος, χολὴ ἄκρητος, χολόβαφοι τὸ πᾶν.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ιβ. Περὶ Σατυριάσεως.159)
γλῶσσα ἀσαφὴς καὶ παράφορος· ἢ ὑπὸ τῆς διαθέσιος τῆς νούσου, ἢ ὑπὸ τρωμάτων ἐν τῇσι καταλήψεσι , σπασμώδεες .
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ις. Περὶ Καχεξίης.30)
καὶ ἐφίλουν δὲ ἡμᾶς τοῖς στόμασιν ὁ δὲ φιληθεὶς αὐτίκα ἐμέθυεν καὶ παράφορος ἦν.
(루키아노스, Verae Historiae, book 1 8:6)
σπείρειν οὖν παράφορος ἅμα καὶ κακὸς ὁ μεθύων, ὥστ ἀνώμαλα καὶ ἄπιστα καὶ οὐδὲν εὐθύπορον ἦθος οὐδὲ σῶμα ἐκ τῶν εἰκότων γεννῴη ποτ ἄν.
(플라톤, Laws, book 6 172:1)
τοῦ δὲ Τηριβάζου μὴ φροντίσαντος ἦν γὰρ οὐ πονηρός, ὑπόκουφος δὲ καὶ παράφορος, ἀλλὰ τόν τε κάνδυν εὐθὺς ἐκεῖνον ἐνδύντος καὶ δέραια χρυσᾶ καὶ γυναικεῖα τῶν βασιλικῶν περιθεμένου, πάντες μὲν ἠγανάκτουν οὐ γὰρ ἐξῆν, ὁ μέντοι βασιλεὺς κατεγέλασε καὶ εἶπε:
(플루타르코스, Artaxerxes, chapter 5 2:3)
ἐπεὶ δὲ καὶ ταύτην ἐρασθεὶς ἔγημεν, ὡς εἴρηται, παντάπασι δυσμενῶς πρὸς αὐτὸν ὁ Τηρίβαζος ἔσχεν, οὐδὲ ἄλλως στάσιμος ὢν τὸ ἦθος, ἀλλ ἀνώμαλος καὶ παράφορος.
(플루타르코스, Artaxerxes, chapter 27 5:1)
ὡς γὰρ οἱ δῖνοι τῶν ἅμα κύκλῳ καταφερομένων σωμάτων οὐκ ἐπικρατοῦσι βεβαίως, ἀλλὰ κύκλῳ μὲν ὑπ ἀνάγκης φερομένων κάτω δὲ φύσει ῥεπόντων γίγνεταί τις ἐξ ἀμφοῖν ταραχώδης καὶ παράφορος ἑλιγμός, οὕτως ὁ καλούμενος ἐνθουσιασμὸς ἐοίκε μῖξις εἶναι κινήσεων δυοῖν, τὴν μὲν ὡς πέπονθε τῆς ψυχῆς ἅμα τὴν δ ὡς πέφυκε κινουμένης.
(플루타르코스, De Pythiae oraculis, section 2110)
λέγεται γὰρ οὕτω παράφορος πρὸς δόξαν εἶναι καὶ πράξεων μεγάλων ὑπὸ φιλοτιμίας ἐραστής, ὥστε νέος ὢν ἔτι τῆς ἐν Μαραθῶνι μάχης πρὸς τοὺς βαρβάρους γενομένης καὶ τῆς Μιλτιάδου στρατηγίας διαβοηθείσης σύννους ὁρᾶσθαι τὰ πολλὰ πρὸς ἑαυτῷ καὶ τὰς νύκτας ἀγρυπνεῖν καὶ τοὺς πότους παραιτεῖσθαι τοὺς συνήθεις, καὶ λέγειν πρὸς τοὺς ἐρωτῶντας καὶ θαυμάζοντας τὴν περὶ τὸν βίον μεταβολήν, ὡς καθεύδειν αὐτὸν οὐκ ἐῴη τὸ τοῦ Μιλτιάδου τρόπαιον.
(플루타르코스, Θεμιστοκλῆς?, chapter 3 3:1)

SEARCH

MENU NAVIGATION