- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ οἱ Βοιοὶ οὖν ὑπὸ Ῥωμαίων τότε ἐφθάρησαν πανστρατιᾷ.?
(아피아노스, The Foreign Wars, chapter 1:10)
ἐπιστρέφουσι δ αὐτοῖς ἐς τὴν ἑώ, Ῥωμαῖοι, δεδιότες ὑπὸ μνήμης τῶν προπεπολεμηκότων σφίσι Κελτῶν, μὴ καὶ οἵδε ἐς τὴν Ἰταλίαν ὑπὲρ Ἄλπεις ἐσβάλοιεν, ἀπήντων ἅμα τοῖς ὑπάτοις καὶ πανστρατιᾷ διώλλυντο.
(아피아노스, The Foreign Wars, chapter 1 3:6)
καὶ τότε μὲν προέσθαι τὴν σαυτοῦ γνωρίμην, ἵνα σωθῇ τὰ τῶν Ἀχαιῶν, νῦν δὲ ἀντὶ ταύτης αὖ πανστρατιᾷ τοὺς Ἀχαιοὺς ἐκτρῖψαι.
(아리스티데스, 아일리오스, 연설, Πρεσβευτικὸς πρὸς Ἀχιλλέα 4:4)
ὡς γὰρ ἐπύθοντο πανστρατιᾷ Ῥωμαίους ἐξεληλυθότας ἐπὶ τὸν πρὸς Ἀλβανοὺς ἀγῶνα, κράτιστον ὑπολαβόντες εἰληφέναι καιρὸν ἐπιθέσεως ἀπορρήτους ἐποιήσαντο διὰ τῶν δυνατωτάτων ἀνδρῶν συνωμοσίας ἅπαντας τοὺς ὁπλοφορεῖν δυναμένους εἰς Φιδήνην συνελθεῖν κρύφα καὶ κατ ὀλίγους ἰόντας, ὡς ἂν ἥκιστα γένοιντο τοῖς ἐπιβουλευομένοις καταφανεῖς:
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 6 3:2)
ἐπειδὴ γὰρ ὁ χρόνος ἧκεν ἐν ᾧ τέλος ἔδει λαβεῖν τὰς ὁμολογίας, ἐξῄεσαν μὲν αἱ τῶν Ῥωμαίων δυνάμεις πανστρατιᾷ, ἐξῄεσαν δὲ μετὰ ταῦθ οἱ νεανίσκοι τοῖς πατρῴοις θεοῖς εὐξάμενοι καὶ προῆγον ἅμα τῷ βασιλεῖ κατευφημούμενοί τε ὑπὸ παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου καὶ παττόμενοι τὰς κεφαλὰς ἄνθεσιν:
(디오니시오스, Antiquitates Romanae, book 3, chapter 18 1:2)
παρεσκευασμένῳ δ αὐτῷ πάντα τἀπιτήδεια πρὸς τὸν πόλεμον ἧκον ἀγγέλλοντες οἱ σκοποὶ πανστρατιᾷ Λατίνους ἐξεληλυθότας:
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 3 1:1)
πυνθανόμενοι δὲ τὴν διάνοιαν αὐτῶν οἱ πατρίκιοι παρεσκευάζοντο διὰ ταχέων ἐξιέναι πανστρατιᾷ:
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 34 3:1)
οὐ δεξαμένων δὲ τῶν ἀποστατῶν τὰς προκλήσεις, ἀλλ ὑπεροψίαν καὶ βαρύτητα καὶ πολλὴν εἰρωνείαν τοῖς πατρικίοις ὀνειδισάντων, εἰ προσποιοῦνται μὲν ἀγνοεῖν, ὧν ὁ δῆμος δεῖται καὶ δι ἃς ἀνάγκας ἀπ αὐτῶν ἀπέστη, χαρίζονται δ αὐτῷ τὴν ἄδειαν τοῦ μηδεμίαν ὑποσχεῖν τῆς ἀποστάσεως δίκην, ὥσπερ ἔτι κύριοι, τῆς βοηθείας γε αὐτοὶ δεόμενοι τῆς πολιτικῆς οἱ ἐπὶ τοὺς ὀθνείους πολέμους οὐκ εἰς μακρὰν ἐλευσομένους πανστρατιᾷ, πρὸς οὓς οὐδ ἀντᾶραι δυνήσονται, οἳ οὐ σφέτερον ἡγοῦνται τὸ σωθῆναι ἀγαθόν, ἀλλὰ τῶν συναγωνιουμένων εὐτύχημα:
(디오니시오스, Antiquitates Romanae, Books IV-VI, book 6, chapter 48 3:1)
ἐὰν δὲ ἄρα μηθὲν αὐτῷ τούτων κατὰ νοῦν χωρῇ, τηνικαῦτα Σαβίνους τε πανστρατιᾷ καλεῖν ἐδέδοκτο καὶ Οὐολούσκους καὶ τῶν ἄλλων πλησιοχώρων ὅσοις ἂν ᾖ βουλομένοις ἀπηλλάχθαι τῆς Ῥωμαίων ἐπιφθόνου ἀρχῆς.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 14 6:1)
τούτων ἅμα προσαγγελλομένων οὐδεμίαν ἀναστροφὴν ἔτι ποιεῖσθαι τοῖς ἐκ τοῦ συνεδρίου ἐδόκει, ἀλλὰ πανστρατιᾷ βοηθεῖν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι:
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 20 7:1)
τότε δὴ πάλιν ἀναγκασθέντες ἐξῆλθον ἐκ τῆς πόλεως πανστρατιᾷ, πολὺς καὶ ἀσύντακτος ὄχλος, καὶ συμβαλόντες εἰς μάχην ἔτι κάκιον ἀγωνισάμενοι κατακλείονται τὸ δεύτερον εἰς τὴν πόλιν, αἰσχρῶς καὶ ἀνάνδρως φεύγοντες.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 10, chapter 21 8:4)
καὶ Ιἠσοῦς πανστρατιᾷ σπεύσας ἐπὶ τὴν βοήθειαν καὶ δι ἡμέρας καὶ νυκτὸς ἀνύσας ὄρθριος προσμίγνυσι τοῖς πολεμίοις καὶ τραπεῖσιν εἵπετο διώκων διὰ χωρίων ἐπικλινῶν, Βηθωρὰ καλεῖται.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 5 78:1)
εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ, καὶ θρασέως ἐξελθόντων τῶν πολεμίων κλίνεται μὲν τὸ εὐώνυμον αὐτῶν κέρας τῆς φάλαγγος, ἐπιφανεὶς δ αὐτὸς μετὰ στίφους τρέπει μὲν εἰς φυγὴν τοὺς πάλαι νικῶντας, ἀναστρέφει δὲ τοὺς φεύγοντας.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 14 528:2)
ἐν Κορίνθῳ γάρ, ἐπειδὴ ὕστερον ἦλθε τῆς πρὸς τοὺς πολεμίους μάχης καὶ τῆς εἰς Κορώνειαν στρατείας, ἐμάχετο τῷ ταξιάρχῳ Λάχητι καὶ ἔτυπτεν αὐτόν, καὶ πανστρατιᾷ τῶν πολιτῶν ἐξελθόντων, δόξας ἀκοσμότατος εἶναι καὶ πονηρότατος, μόνος Ἀθηναίων ὑπὸ τῶν στρατηγῶν ἐξεκηρύχθη.
(리시아스, Speeches, Πρὸς Σίμωνα ἀπολογία 54:2)
πέμπτῳ δὲ ἔτει τῆς Ἀριστοδήμου <βασιλείας> μελλόντων ἐκ προρρήσεως συμβολὴν ποιήσεσθαι - τῷ τε γὰρ μήκει τοῦ πολέμου καὶ τοῖς δαπανήμασιν ἀπειρήκεσαν - οὕτω παρεγένοντο ἀμφοτέροις καὶ οἱ σύμμαχοι, Λακεδαιμονίοις μὲν Κορίνθιοι Πελοποννησίων μόνοι, τοῖς δὲ Μεσσηνίοις οἵ τε Ἀρκάδες πανστρατιᾷ καὶ Ἀργείων καὶ Σικυωνίων λογάδες.
(파우사니아스, Description of Greece, Μεσσηνιακά?, chapter 11 2:1)

SEARCH

MENU NAVIGATION