- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἰ δὲ ἦσαν διάκονοι τῆς τῶν ὄχλων ἐπιθυμίας καὶ τὰ δοκοῦντα τοῖς καθημένοις ἐδημηγόρουν, οὐδ ἂν παρρησιάσασθαί ποτ αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν.?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 43:5)
δὲ τὰ μὲν αὐτῶν παριέντων τῶν βασιλέων, τὰ δὲ τῶν ὄχλων παραιρουμένων, ἐν μὲν ταῖς ἄλλαις πόλεσιν αἱ θυσίαι κατελείφθησαν τοῖς βασιλεῦσι μόνον, ὅπου δ ἄξιον εἰπεῖν εἶναι βασιλείαν, ἐν τοῖς ὑπερορίοις τῶν πολεμικῶν τὴν ἡγεμονίαν μόνον εἶχον.
(아리스토텔레스, 정치학, Book 3 249:1)
"ὁ δὲ τῆς Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων, κολακευόμενος δ ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῇ δὲ τρυφῇ ζῶν, οὐδὲ ἀποπατεῖν οἱό῀ς τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος ἐπορεύετο.
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 73 4:1)
ἄνδρα δὴ τοιοῦτον εἱλούμενον ἀεὶ καὶ περιφερόμενον, κόλακα δήμων τε καὶ ὄχλων ἐν ἐκκλησίαις ἢ ἐπιδείξεσιν ἢ βασιλέων ἢ τυράννων λεγομέναις δὴ φιλίαις καὶ θεραπείαις, τίς οὐκ ἂν ἐλεήσειε τῆς φύσεως καὶ τοῦ βίου·
(디오, 크리소토모스, 연설, περὶ ΒΑΣΙΛΕΙΑΣ δ. 144:1)
πολλαῖς δ ὕστερον γενεαῖς Ἄμασις γενόμενος βασιλεὺς ἦρχε τῶν ὄχλων βιαιότερον:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 60 1:2)
ἀναρχίας δὲ γενομένης κατὰ τὴν Αἴγυπτον ἐπ ἔτη δύο, καὶ τῶν ὄχλων εἰς ταραχὰς καὶ φόνους ἐμφυλίους τρεπομένων, ἐποιήσαντο συνωμοσίαν οἱ μέγιστοι τῶν ἡγεμόνων δώδεκα:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 66 1:1)
δοθείσης δ ἐξουσίας τῷ βουλομένῳ κατηγορεῖν, οἱ μὲν ἱερεῖς ἐνεκωμίαζον ἕκαστα τῶν καλῶς αὐτῷ πραχθέντων διεξιόντες, αἰ δὲ πρὸς τὴν ἐκφορὰν συνηγμέναι μυριάδες τῶν ὄχλων ἀκούουσαι συνεπευφήμουν, εἰ τύχοι καλῶς βεβιωκώς, εἰ δὲ μή, τοὐναντίον ἐθορύβουν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 72 5:1)
ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ, πάντως θανάτῳ περιπίπτει, τῶν ὄχλων συντρεχόντων καὶ τὸν πράξαντα δεινότατα διατιθέντων, καὶ τοῦτ ἐνίοτε πραττόντων ἄνευ κρίσεως.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 83 6:2)
οὕτω δ ἐν ταῖς τῶν ὄχλων ψυχαῖς ἐντέτηκεν ἡ πρὸς τὰ ζῷα ταῦτα δεισιδαιμονία καὶ τοῖς πάθεσιν ἀμεταθέτως ἕκαστος διάκειται πρὸς τὴν τούτων τιμήν, ὥστε καὶ καθ ὃν χρόνον Πτολεμαῖος μὲν ὁ βασιλεὺς ὑπὸ Ῥωμαίων οὔπω προσηγόρευτο φίλος, οἱ δ ὄχλοι πᾶσαν εἰσεφέροντο σπουδὴν ἐκθεραπεύοντες τοὺς παρεπιδημοῦντας τῶν ἀπὸ τῆς Ἰταλίας καὶ σπεύδοντες μηδεμίαν ἀφορμὴν ἐγκλήματος ἢ πολέμου δοῦναι διὰ τὸν φόβον, ἀποκτείναντος Ῥωμαίου τινὸς αἴλουρον, καὶ τοῦ πλήθους συνδραμόντος ἐπὶ τὴν οἰκίαν τοῦ πράξαντος, οὔθ οἱ πεμφθέντες ὑπὸ τοῦ βασιλέως ἄρχοντες ἐπὶ τὴν παραίτησιν οὔθ ὁ κοινὸς ἀπὸ τῆς Ῥώμης φόβος ἴσχυσεν ἐξελέσθαι τῆς τιμωρίας τὸν ἄνθρωπον, καίπερ ἀκουσίως τοῦτο πεπραχότα:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 83 8:1)
ὡς δὲ τῆς ἐνῳκοδομημένης φάραγγος ἤγγισεν, ἀθρόως ψόφον μὲν πολὺν διὰ τῶν ὅπλων ἐποίησαν, ταραχὴν δὲ καὶ φόβον διὰ τῆς τῶν ὄχλων ἐπιφανείας καὶ σαλπίγγων.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 37 4:1)
ἀτυχεῖς δὲ νομίζονται καθ ὅσον οὐκ ἔξεστιν αὐτοῖς οὐδέποτε ἐξελθεῖν ἐκ τῶν βασιλείων, εἰ δὲ μή, γίνονται λιθόλευστοι ὑπὸ τῶν ὄχλων κατά τινα χρησμὸν ἀρχαῖον.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 47 4:4)
μετὰ δὲ τὴν τοῦ πατρὸς ἐξ ἀνθρώπων εἰς θεοὺς μετάστασιν, συγχωρούντων τῶν ὄχλων καὶ τῶν ἀδελφῶν, διαδέξασθαι τὴν βασιλείαν παρθένον οὖσαν ἔτι καὶ διὰ τὴν ὑπερβολὴν τῆς σωφροσύνης οὐδενὶ συνοικῆσαι βουληθεῖσαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 57 3:3)
διαδέξασθαι δ αὐτόν φασι τὴν βασιλείαν οἱ μὲν ἑκουσίως τοῦ πατρὸς παραχωρήσαντος, οἱ δ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 61 4:2)
καθόλου δ αὐτὸν τὴν ἅπασαν σπουδὴν ἔχειν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν καὶ πονηρῶν, εὐεργεσίαν δὲ τῶν ὄχλων.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 61 5:2)
διὸ καὶ συντρεχόντων τῶν ὄχλων εἰς ἐκκλησίαν καὶ ζητούντων ἀπαλλαγὴν τῶν ἀτυχημάτων, λέγεται τὸν βασιλέα πέμψαι πρὸς τὸν Ἀπόλλω τοὺς ἐπερωτήσοντας περὶ τῶν συμβεβηκότων.?
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 42 3:1)

SEARCH

MENU NAVIGATION