- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἁβροδιαίτων δ ἕπεται Λυδῶν ὄχλος, οἵ τ ἐπίπαν ἠπειρογενὲς κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς Ἀρκτεύς τ ἀγαθός, βασιλῆς δίοποι, καὶ πολύχρυσοι Σάρδεις ἐπόχους πολλοῖς ἁρ´μασιν ἐξορμῶσιν, δίρρυμά τε καὶ τρίρρυμα τέλη, φοβερὰν ὄψιν προσιδέσθαι.?
(아이스킬로스, 페르시아인들, episode, anapests 1:1)
- ποῦ δὲ φίλων ἄλλος ὄχλος, ποῦ δέ σοι παραστάται, οἱο῀ς ἦν Φαρανδάκης, Σούσας, Πελάγων, καὶ Δοτάμας, ἠδ Ἀ- γδαβάτας, Ψάμμις, Σουσισκάνης τ Ἀγβάτανα λιπών·
(아이스킬로스, 페르시아인들, choral, strophe 23)
Καὶ στάσεως ἐν τῇ κυρίᾳ γενομένης, ὅσοι μὲν ἐκώλυον τῶν δημάρχων τοὺς νόμους, ὑβριζόμενοι πρὸς τοῦ Ἀπουληίου κατεπήδων ἀπὸ τοῦ βήματος, ὁ δὲ πολιτικὸς ὄχλος ἐβόα ὡς γενομένης ἐν ἐκκλησίᾳ βροντῆς, ὅθεν οὐ θέμις ἐστὶ Ῥωμαίοις οὐδὲν ἔτι κυροῦν.
(아피아노스, The Civil Wars, book 1, chapter 4 4:1)
οἱό῀ν τε ὄχλος ἀνώμαλος μετενόουν καὶ τῆς προφάσεως ἐς εὐπρέπειαν ἐπιβαίνοντες ὡπλίζοντο καὶ πρὸς αὐτὸν ἐπανῄεσαν.
(아피아노스, The Civil Wars, book 3, chapter 6 4:9)
οἱ δέ, οἱο῀ν ὄχλος, ἀφρόνως ἡγοῦντο τοὺς στρατηγοὺς σφῶν δι ἑαυτοὺς ταῦτα Ῥωμαίοις συντίθεσθαι, ἵνα δι ἐκείνων δυναστεύσωσι τῆς πατρίδος:
(아피아노스, The Foreign Wars, chapter 7 1:2)
συνεκέκλειστο γὰρ ἐς ἓν χωρίον καὶ στενὸν στρατόπεδον ὄχλος ἀνθρώπων ἐν Λιβύῃ θέρους.
(아피아노스, The Foreign Wars, chapter 10 7:4)
οὔτε γὰρ τὸ ἕλος οὔτε ἡ θάλαττα ἀρκούντως αὐτοὺς ἐδέχετο, οὐδ ἦν εὐρυχωρία τοῖς κακοῖς οὐδὲ διέξοδος, ἀλλὰ τότε ὡς ἀληθῶς ὄχλος ὄντες ᾐσθάνοντο καὶ μέγιστον ἐναντίωμα ἑαυτοῖς, καὶ τοῖς πλείοσιν ἥττους ἐγένοντο ἢ ὅσοις ἄν τις ἐξ ἀρχῆς ἐθάρρησεν ἀντιστῆναι.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 35:3)
ἐπεγένετο δὲ καὶ ἄλλος ὄχλος συχνὸς, καὶ γάρ τις καὶ διάδοσις ἔτυχεν ἔξω πυλῶν οὖσα καὶ πάντ ἦν κάτοπτα ἀπὸ τῆς γεφύρας.
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 5:6)
ὁπότε δὲ διαπορεύοιτο στρατόπεδον ἢ ἕτερος ὄχλος ἄνευ τοῦ βασιλέως, πέμψας τινὰ παρ αὑτοῦ ἐπώλει τὰ ἐκ τῶν θησαυρῶν.
(아리스토텔레스, 경제학, Book 2 131:2)
τὸ μὲν οὖν περιττὸν ἔχουσι πάντες οἱ τοῦ Σωκράτους λόγοι καὶ τὸ κομψὸν καὶ τὸ καινοτόμον καὶ τὸ ζητητικόν, καλῶς δὲ πάντα ἴσως χαλεπόν, ἐπεὶ καὶ τὸ νῦν εἰρημένον πλῆθος δεῖ μὴ λανθάνειν ὅτι χώρας δεήσει τοῖς τοσούτοις Βαβυλωνίας ἤ τινος ἄλλης ἀπεράντου τὸ πλῆθος, ἐξ ἧς ἀργοὶ πεντακισχίλιοι θρέψονται, καὶ περὶ τούτους γυναικῶν καὶ θεραπόντων ἕτερος ὄχλος πολλαπλάσιος.
(아리스토텔레스, 정치학, Book 2 104:1)
διὰ τοῦτο καὶ κρίνει ἄμεινον ὄχλος πολλὰ ἢ εἷς ὁστισοῦν.
(아리스토텔레스, 정치학, Book 3 263:1)
ἀναγκάζεται γὰρ τὸ πλῆθος ἐπὶ τῶν ἀγρῶν ποιεῖσθαι τὰς ἀποικίας, ὥστε δεῖ, κἂν ἀγοραῖος ὄχλος ᾖ, μὴ ποιεῖν ἐν ταῖς δημοκρατίαις ἐκκλησίας ἄνευ τοῦ κατὰ τὴν χώραν πλήθους.
(아리스토텔레스, 정치학, Book 6 62:1)
οἱ μὲν γὰρ ἀδικοῦντες οὐθὲν ἧττον εὐλαβεῖς ἔσονται ζημιώσονται γὰρ ὁμοίως, ὁ δ ὄχλος ἧττον καταψηφιεῖται τῶν κρινομένων, λήψεσθαι μηδὲν μέλλων.
(아리스토텔레스, 정치학, Book 6 77:2)
ὅσῳ γὰρ ἂν πλείων ᾖ ὁ ὄχλος, πορρώτερον ἡ θέα, διὸ τὰ ἀκριβῆ περίεργα καὶ χείρω φαίνεται ἐν ἀμφοτέροις:
(아리스토텔레스, 수사학, Book 3, chapter 12 5:2)
πλεῖστος ἀνθρώπων ὄχλος, ὅσος οὐδεπώποτ ἦλθ ἁθρόος ἐς τὴν πύκνα.?
(아리스토파네스, Ecclesiazusae, Episode 1:30)

SEARCH

MENU NAVIGATION