- 문장 내 검색

헬라어 문장 내 검색 Language

κελεύει γὰρ τὸν χορηγὸν τὸν μέλλοντα τὴν οὐσίαν τὴν ἑαυτοῦ εἰς ὑμᾶς ἀναλίσκειν ὑπὲρ τετταράκοντα ἔτη γεγονότα τοῦτο πράττειν, ἵν ἤδη ἐν τῇ σωφρονεστάτῃ αὑτοῦ ἡλικίᾳ ὤν, οὕτως ἐντυγχάνῃ τοῖς ὑμετέροις παισίν.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 111)
καὶ οὕτως ἦσαν σώφρονες οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορες, ὁ Περικλῆς καὶ ὁ Θεμιστοκλῆς καὶ ὁ Ἀριστείδης, ὁ τὴν ἀνόμοιον ἔχων ἐπωνυμίαν Τιμάρχῳ τουτῳί, ὥστε ὃ νυνὶ πάντες ἐν ἔθει πράττομεν, τὸ τὴν χεῖρα ἔξω ἔχοντες λέγειν, τότε τοῦτο θρασύ τι ἐδόκει εἶναι, καὶ εὐλαβοῦντο αὐτὸ πράττειν.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 251)
μόνως γὰρ ἂν οὕτως ἀνεκτοὶ γένοιντο.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 344)
οὕτως ἐναργές ἐστιν ὃ ἐρῶ.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 554)
οὐ γὰρ ἔγωγε ὑπολαμβάνω οὕτως ὑμᾶς ἐπιλήσμονας εἶναι, ὥστε ἀμνημονεῖν ὧν ὀλίγῳ πρότερον ἠκούσατε ἀναγιγνωσκομένων νόμων, ἐν οἷς γέγραπται, ἐάν τις μισθώσηταί τινα Ἀθηναίων ἐπὶ ταύτην τὴν πρᾶξιν, ἢ ἐάν τις ἑαυτὸν μισθώσῃ, ἔνοχον εἶναι τοῖς μεγίστοις καὶ τοῖς ἴσοις ἐπιτιμίοις.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 721)
"ἀλλ οὕτως ἰσχυρόν ἐστιν ἡ ἀλήθεια, ὥστε πάντων ἐπικρατεῖν τῶν ἀνθρωπίνων λογισμῶν.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 845)
οὕτως ἠπείγετο σφόδρα πρὸς τὰς ἡδονάς.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 964)
καὶ οὕτως ἐναργές ἐστι καὶ οὐ πεπλασμένον ὃ λέγω, ὥσθ εὑρήσετε καὶ τὴν πόλιν ἡμῶν καὶ τοὺς προγόνους φήμης ὡς θεοῦ μεγίστης βωμὸν ἱδρυμένους, καὶ τὸν Ὅμηρον πολλάκις ἐν τῇ Ἰλιάδι λέγοντα πρὸ τοῦ τι τῶν μελλόντων γενέσθαι:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1281)
οὐ τοίνυν ἐνταῦθα μόνον σχετλιάζων φαίνεται, ἀλλ οὕτως αὐτὸν ἰσχυρῶς ἐπένθησεν, ὥστε παρὰ Θέτιδος τῆς αὑτοῦ μητρὸς προακούσας ὅτι μὴ μετελθὼν μὲν τοὺς ἐχθρούς, ἀλλ ἐάσας ἀτιμώρητον τὸν τοῦ Πατρόκλου θάνατον, ἐπανελθὼν οἴκαδε γηραιὸς ἐν τῇ αὑτοῦ πατρίδι ἀποθανεῖται, τιμωρησάμενος δὲ διὰ ταχέων μέλλοι τὸν βίον τελευτᾶν, εἵλετο τὴν τοῦ τεθνεῶτος πίστιν μᾶλλον ἢ τὴν σωτηρίαν.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1451)
οὐδὲν γὰρ κωλύει οὕτως εἰρῆσθαι:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1632)
ἐμοὶ δέ, ἄνδρες Ἀθηναῖοι, συμβέβηκε τῆς Δημοσθένους ἀκούοντι κατηγορίας μήτε δεῖσαι πώποθ οὕτως ὡς ἐν τῇδε τῇ ἡμέρᾳ, μήτ ἀγανακτῆσαι μᾶλλον ἢ νῦν, μήτ εἰς ὑπερβολὴν ὁμοίως ἡσθῆναι.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 41)
ὃν δ οὕτως ἀτιμάζει, πάλιν ἐκ μεταβολῆς, ὅπου ἂν τύχῃ, ὥσπερ Ἀλκιβιάδην ἢ Θεμιστοκλέα κρίνων, οἳ πλεῖστον τῶν Ἑλλήνων δόξῃ διήνεγκαν, ἀνῃρηκέναι μὲν αἰτιᾶται τὰς ἐν Φωκεῦσι πόλεις, ἀπηλλοτριωκέναι δ ὑμῶν τὸν ἐπὶ Θράκης τόπον, ἐκβεβληκέναι δὲ τῆς ἀρχῆς Κερσοβλέπτην, ἄνδρα φίλον καὶ σύμμαχον τῆς πόλεως.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 91)
καὶ ἔτι καὶ νῦν τοῦθ οὕτως ἔχει.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 815)
βοώντων δὲ ὑμῶν καὶ τοὺς προέδρους ἐπὶ τὸ βῆμα καλούντων, οὕτως ἄκοντος αὐτοῦ τὸ ψήφισμα ἐπεψηφίσθη.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 843)
ἀλλ ἀπαγγείλαντος πρὸς τὸν δῆμον ἐμοῦ τοὺς περὶ τῶν Ἀμφικτυόνων λόγους καὶ Βοιωτῶν, οὐχ ὥσπερ νῦν συντέμνοντος οὐδ ἐπειγομένου, ἀλλ ὡς ἐδυνάμην κατὰ ῥῆμα ἀκριβέστατα, καὶ τοῦ δήμου σφόδρα ἀποδεχομένου, παρακληθεὶς ὑπ ἐμοῦ μετὰ τῶν ἄλλων συμπρέσβεων καὶ ἐρωτώμενος, εἰ τἀληθῆ καὶ ταὐτὰ ἀπαγγέλλω πρὸς Ἀθηναίους ἅπερ πρὸς Φίλιππον εἶπον, πάντων μαρτυρούντων καὶ ἐπαινούντων με τῶν συμπρέσβεων, ἐπαναστὰς ἐπὶ πᾶσιν οὐκ ἔφη με, ὥσπερ ἐκεῖ, οὕτως ἐν τῷ παρόντι λέγειν, ἀλλ ἐκεῖ διπλασίῳ ἄμεινον.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας?, section 1221)

SEARCH

MENU NAVIGATION