- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ ἴσα τὰ ἐπιτίμια ἑκατέρῳ πεποίηκε, καὶ μὴ ἐπάναγκες εἶναι τῷ παιδὶ ἡβήσαντι τρέφειν τὸν πατέρα μηδὲ οἴκησιν παρέχειν, ὃς ἂν ἐκμισθωθῇ ἑταιρεῖν:?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 134)
τὸν τῆς ὕβρεως, ὃς ἑνὶ κεφαλαίῳ ἅπαντα τὰ τοιαῦτα συλλαβὼν ἔχει:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 151)
ἔστιν οὖν ὅστις ἂν ἐμαρτύρησεν, ἢ κατήγορος ὃς ἐνεχείρης ἂν τοιαύτην ποιεῖσθαι τὴν ἀπόδειξιν τοῦ πράγματος·
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 881)
ὡς δὲ καὶ ἀργύριόν τισιν ἐδάνεισεν, ὃ κομισάμενος οὗτος ἀνήλωκε, μάρτυρα παρέξομαι Μεταγένην ὑμῖν τὸν Σφήττιον, ὃς ὠφείλησε μὲν ἐκείνῳ πλείους ἢ τριάκοντα μνᾶς, ὃ δ ἦν ὑπόλοιπον τελευτήσαντος τοῦ πατρός, τούτῳ ἀπέδωκεν ἑπτὰ μνᾶς.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1001)
ἦσαν οὗτοι τρεῖς ἀδελφοί, Εὐπόλεμός τε ὁ παιδοτρίβης καὶ Ἀρίζηλος ὁ τούτου πατὴρ καὶ Ἀρίγνωτος, ὃς ἔτι καὶ νῦν ἔστι, πρεσβύτης διεφθαρμένος τοὺς ὀφθαλμούς.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1022)
ὃς ἐπιχειρήσει διασύρειν τὴν ὅλην ἔνστασιν τοῦ ἀγῶνος, οὐ κρίσιν ἐξευρηκέναι με φάσκων, ἀλλὰ δεινῆς ἀπαιδευσίας ἀρχήν, παραφέρων πρῶτον μὲν τοὺς εὐεργέτας τοὺς ὑμετέρους, Ἁρμόδιον καὶ Ἀριστογείτονα, καὶ τὴν πρὸς ἀλλήλους πίστιν καὶ τὸ πρᾶγμα ὡς συνήνεγκε τῇ πόλει διεξιών:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1322)
ὃς εὐπρεπὴς ὢν ἰδεῖν τοσοῦτον ἀπέχει τῶν αἰσχρῶν, ὥστε πρώην ἐν τοῖς κατ ἀγροὺς Διονυσίοις κωμῳδῶν ὄντων ἐν Κολλυτῷ, καὶ Παρμένοντος τοῦ κωμικοῦ ὑποκριτοῦ εἰπόντος τι πρὸς τὸν χορὸν ἀνάπαιστον, ἐν ᾧ ἦν εἶναί τινας πόρνους μεγάλους Τιμαρχώδεις, οὐδεὶς ὑπελάμβανεν εἰς τὸ μειράκιον, ἀλλ εἰς σὲ πάντες:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1572)
τίς γὰρ ὑμῶν τὸν ὀρφανὸν καλούμενον Διόφαντον οὐκ οἶδεν, ὃς τὸν ξένον πρὸς τὸν ἄρχοντα ἀπήγαγεν, ᾧ παρήδρευεν Ἀριστοφῶν ὁ Ἀζηνιεύς, ἐπαιτιασάμενος τέτταρας δραχμὰς αὑτὸν ὑπὲρ τῆς πράξεως ταύτης ἀπεστερηκέναι, καὶ τοὺς νόμους λέγων, οἳ κελεύουσι τὸν ἄρχοντα τῶν ὀρφανῶν ἐπιμελεῖσθαι, τοὺς ὑπὲρ τῆς σωφροσύνης κειμένους αὐτὸς ὑπερβεβηκώς·
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 158 1:2)
δέομαι ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐθελῆσαί μου μετ εὐνοίας ἀκοῦσαι λέγοντος, ὑπολογιζομένους τό τε μέγεθος τοῦ κινδύνου καὶ τὸ πλῆθος τῶν αἰτιῶν πρὸς ἂς ἀπολογήσασθαί με δεῖ, καὶ τὰς τέχνας καὶ τὰς κατασκευὰς τοῦ κατηγόρου καὶ τὴν ὠμότητα, ὃς ἐτόλμησε παρακελεύσασθαι πρὸς ἄνδρας ὀμωμοκότας τῶν ἀντιδίκων ὁμοίως ἀμφοτέρων ἀκούσεσθαι τοῦ κινδυνεύοντος φωνὴν μὴ ὑπομένειν.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1 1:1)
ὃς διασκοπούντων ἡμῶν ὅ τι χρὴ λέγειν, καὶ Κίμωνος εἰπόντος ὅτι φοβοῖτο μὴ δικαιολογούμενος περιγένοιτο ἡμῶν ὁ Φίλιππος, πηγὰς δὴ λόγων ἐπηγγέλλετο, καὶ περὶ τῶν δικαίων τῶν ὑπὲρ Ἀμφιπόλεως καὶ τῆς ἀρχῆς τοῦ πολέμου τοιαῦτα ἐρεῖν ἔφη, ὥστε ἀπορράψειν τὸ Φιλίππου στόμα ὁλοσχοίνῳ ἀβρόχῳ καὶ πείσειν Ἀθηναίους μὲν καταδέξασθαι Λεωσθένην, Φίλιππον δ Ἀθηναίοις Ἀμφίπολιν ἀποδοῦναι.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 212)
καὶ μετὰ ταῦτα εἶπον περὶ Πτολεμαίου, ὃς ἦν ἐπίτροπος καθεστηκὼς τῶν πραγμάτων, ὡς ἀχάριστον καὶ δεινὸν ἔργον διεπράξατο, διδάσκων ὅτι πρῶτον μὲν ὑπὲρ Ἀμφιπόλεως ἀντέπραττε τῇ πόλει, καὶ πρὸς Θηβαίους διαφερομένων Ἀθηναίων συμμαχίαν ἐποιήσατο, καὶ πάλιν ὡς Περδίκκας εἰς τὴν ἀρχὴν καταστὰς ὑπὲρ Ἀμφιπόλεως ἐπολέμησε τῇ πόλει.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 293)
ἐγὼ δὲ ἁπάντων μὲν τούτων ἔφην δεῖν μεμνῆσθαι, μιμεῖσθαι μέντοι τὰς τῶν προγόνων εὐβουλίας, τὰ δὲ ἁμαρτήματα αὐτῶν καὶ τὴν ἄκαιρον φιλονικίαν φυλάττεσθαι, τὴν μὲν ἐν Πλαταιαῖς πεζομαχίαν, καὶ τοὺς ἀγῶνας τοὺς περὶ Σαλαμῖνα, καὶ τὴν ἐν Μαραθῶνι μάχην, καὶ τὴν ἐπ Ἀρτεμισίῳ ναυμαχίαν, καὶ τὴν Τολμίδου ζηλοῦν στρατηγίαν κελεύων, ὃς χιλίους ἔχων ἐπιλέκτους Ἀθηναίων, διὰ μέσης Πελοποννήσου πολεμίας οὔσης ἀδεῶς διεξῄει.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 751)
ἐδυνάμην ἂν οὖν ἐγὼ σῶσαι Κερσοβλέπτην, ὃς πρὶν ἐμὲ ἐξορμᾶν οἴκοθεν ἀπωλώλει·
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 92 1:4)
ἔπειτα οἰέσθέ τι τοῦτον ἀληθὲς εἰρηκέναι ἢ περὶ τῶν ἐν Μακεδονίᾳ πραχθέντων ἢ περὶ τῶν ἐν Θετταλίᾳ, ὃς τοῦ βουλευτηρίου καὶ τῶν δημοσίων γραμμάτων καὶ τοῦ χρόνου καὶ τῶν ἐκκλησιῶν καταψεύδεται·
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 92 1:5)
τί γὰρ ἄν τις τοιούτῳ πιστεύσειεν ἀνθρώπῳ, ὃς ἐγκεχείρηκε λέγειν ὡς Φίλιππος, οὐ τοῖς αὑτοῦ στρατηγήμασιν, ἀλλὰ ταῖς ἐμαῖς δημηγορίαις, εἴσω Πυλῶν παρῆλθε·
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας?, section 1303)

SEARCH

MENU NAVIGATION