- 문장 내 검색

헬라어 문장 내 검색 Language

τῇ τε αἱρέσει τῶν ἀνδρῶν, οὓς Ἄππιος ἠξίου ὁριστὰς γενέσθαι τῆς δημοσίας γῆς, πάνυ εὐδοκῶ.?
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 74 4:2)
τοὺς δ ὁριστὰς αὐτῆς ἄνδρας καὶ τὸ ὑμέτερον ψήφισμα, ὃ περὶ τῆς κληρουχίας ἐξοίσετε, καὶ τἆλλα, ὅσα δεῖ γενέσθαι, ἐπειδὴ βραχὺς ὁ λειπόμενός ἐστι τῆς ἀρχῆς τοῖς ὑπάτοις χρόνος, τοὺς εἰσιόντας ὑπάτους, ὡς ἂν αὐτοῖς κράτιστα δοκῇ ἕξειν, ἐπιτελέσαι.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 75 6:1)
τοῖς μὲν οὖν ἄλλοις οὐκ ἐδόκει καιρὸς ἁρμόττων εἶναι πολέμου συνεστῶτος ὑπερορίου τὰς πολιτικὰς ἔχθρας ἀναζωπυρεῖν, εἷς δέ τις ἐξ αὐτῶν Γάϊος Μαίνιος οὐκ ἔφη προδώσειν τοὺς δημοτικούς, οὐδ ἐπιτρέψειν τοῖς ὑπάτοις στρατιὰν καταγράφειν, ἐὰν μὴ πρότερον ἀποδείξωσι τοὺς ὁριστὰς τῆς δημοσίας γῆς καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα γράψαντες εἰς τὸν δῆμον ἐξενέγκωσιν.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 8, chapter 87 6:1)
ταύτας τὰς φυλὰς ἔγραψας ἀποδοῦναι τὸ ὄρος τῷ Ἀμφιαράῳ καὶ τὴν τιμὴν ὧν ἀπέδοντο, ὡς πρότερον τοὺς ὁριστὰς τοὺς πεντήκοντα ἐξελόντας αὐτὸ τῷ θεῷ καὶ ἀφορίσαντας, καὶ οὐ προσηκόντως τὰς δύο φυλὰς ἐχούσας τὸ ὄρος.
(히페레이데스, Speeches, Ὑπὲρ Εὐξενίππου ἐισαγγελίας ἀπολογία πρὸς Πολύευκτον? 16:4)

SEARCH

MENU NAVIGATION