- 문장 내 검색

헬라어 문장 내 검색 Language

γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον, πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθ ὁπός ἐστίν, ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδ ὅσα πόντον ἠδ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.?
(익명 저작, Homeric Hymns, Εἲς Γῆν Μητέρα Πάντων 2:1)
καὶ δ ὁπός αὐτοὶ πρόσθεν ἐπὶ χθονὸς ἠδ ὅς ἐφ ὑγρὴν ἔτλημεν, τὰ ἕκαστα διίδμεναι εὐχετόωντο.
(아폴로도로스, 아르고나우티카, book 4 21:28)
Πιττοκοπίητῷ ἐμπάττειν ξυνεχής· φοινίσσειν δὲ καὶ τὴν κεφαλὴν, ἄλλοτε μὲν σίνηπι ξὺν ἄρτῳ διπλόῳ ἐγχρίοντα, ὡς μὴ ἀφόρητον εἰή τὸ πῦρ· ἄλλοτε δὲ φάρμακα ξυναλείφοντα, ὡς τὸ ξύνθετον τὸ διὰ τῆς λιμνήστιδος καὶ εὐφορβίου καὶ πυρέθρου · ἔχει δὲ καὶ ἀνώδυνον περί τε τὸν ἐν καιρῷ πόνον καὶ ἐς μόχλευσιν τῆς Ῥίζης τοῦ κακοῦ, θαψίης ὁ ὀπὸς, καὶ τὰ ξὺν τῇδε φάρμακα, ὁκόσα ἐσοιδαίνει τὸ δέρμα, καὶ ἰόνθοισι ἴκελα ἐκφύει βλαστήματα.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.53)
μετὰ δὲ ταῦτα ἐδίδου τὰ ἰάματα αὐτῷ μοι, ὧν πρῶτον ἦν, ὡς ἔγωγε μέμνημαι, ὁ τοῦ βαλσάμου ὀπὸς, εἶναι δ αὐτὸν δωρεὰν τοῦ Τελεσφόρου τοῦ Περγαμηνοῦ:
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι β# 3:3)
ὑμεῖς πάντων ὁπός ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ, ἀρχαιότεροι πρότεροί τε Κρόνου καὶ Τιτάνων ἐγένεσθε, καὶ γῆς.
(아리스토파네스, Birds, Agon, epirrheme9)
ὅπως δὲ τὸ σύμβολον λαβόντες ἔπειτα πλησίοι καθεδούμεθ, ὡς ἂν χειροτονῶμεν ἅπανθ ὁπός ἂν δέῃ τὰς ἡμετέρας φίλας.
(아리스토파네스, Ecclesiazusae, Exodus, strophe4)
τὴν γῆν πρώτιστα ποιήσω κοινὴν πάντων καὶ τἀργύριον καὶ τἄλλ ὁπός ἐστὶν ἑκάστῳ.
(아리스토파네스, Ecclesiazusae, Agon, epirrheme13)
ὥστε σὲ τά τ ἀμπέλια καὶ τὰ νέα συκίδια τἄλλα θ ὁπός ἔστι φυτὰ προσγελάσεται λαβόντ ἄσμενα.
(아리스토파네스, Peace, Choral, antistrophe 26)
σέβομαι Λατώ τ ἄνασσαν κίθαρίν τε ματέρ ὕμνων ἄρσενι βοᾷ δόκιμον, τᾷ φάος ἔσσυτο δαιμονίοις <θεοῦ> ὄμμασιν ἁμετέρας τε δι αἰφνιδίου ὀπός.
(아리스토파네스, Thesmophoriazusae, Prologue, lyric10)
ἀλλὰ τοὐναντίον τούτου μὲν τοῦ ψηφίσματος οὐκ οἶδ εἴ τι δεινότερον γέγονεν πώποτ ἐν ὑμῖν, τούτων δὲ τῶν πάντων ὁπός ἐστὶ δικαστήρι ἐν ἀνθρώποις οὐδὲν οὔτε σεμνότερον οὔτε δικαιότερον φανήσεται.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστοκράτους 92:2)
καίτοι εἰ περὶ τῶν ἀνδροφόνων τῶν ἤδη κεκριμένων τοσαύτη σπουδή, ὅπως λόγου καὶ κρίσεως καὶ πάντων ὁπός ἐστὶ δίκαια τεύξονται περὶ τῶν ὕστερον αἰτιῶν, ἦ που περί γε τοῦ μήθ ἑαλωκότος μήτ ἐγνωσμένου πότερον δέδρακεν ἢ οὒ καὶ πότερ ἄκων ἢ ἑκών, πάνδεινον γράφειν ὡς ἐκδοτέον τοῖς ἐγκαλοῦσιν.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστοκράτους 112:3)
ἀλλ᾿ ὅμως ἐκεῖνοί τε ἔλεγον πάντα πάσχειν ὑπὲρ τῶν νόμων, καὶ νῦν φασιν ἐν τούτοις εἶναι τὴν δίκην, ὁπός᾿ ἂν αὐτοὶ δυστυχεῖς ὄντες συγγράφωσιν ἢ παῤ ἄλλων ὁμοίων παραλάβωσιν.
(디오, 크리소토모스, 연설 (2), ΤΩΝ ΕΝ ΚΙΛΙΚΙΑΙ ΠΕΡΙ ΕΛΕΥΘΕΡΙΑΣ. 8:2)
ἔπειτ ἐκείνων τῶν δορικτήτων ἐξόν μοι λαβεῖν ὁπός ἂν ἐβουλόμην οὐ λαβών, ἀλλὰ καὶ τὸν ἐκ τοῦ δικαίου πλοῦτον ὑπεριδὼν ἕνεκα δόξης, ὡς Οὐαλέριος Ποπλικόλας ἐποίησε καὶ ἄλλοι πλεῖστοι πρὸς τούτῳ συχνοί, δι οὓς ἡ πόλις ἡμῶν τηλικαύτη γέγονε, τὰς παρὰ σοῦ δέξομαι δωρεὰς καὶ ἀντὶ τῆς κρείττονος εὐπορίας ἀλλάξομαι τὴν χείρονα·
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 19, chapter 16 10:1)
Στρατοπεδευσάμενος δὲ περὶ Ιἑριχοῦντα, οὗ τὸν φοίνικα συμβέβηκε τρέφεσθαι καὶ τὸ ὀποβάλσαμον μύρων ἀκρότατον, ὃ τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, ἑώθεν ἐπὶ Ιἑροσολύμων ἐχώρει.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 14 70:1)
Καὶ ὁκόσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει, ἢ σκόροδα, ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς, ἢ ἄλλα ὁκόσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων‧ ἀλλ εἰ καταμάθοις ὁκόσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ φῦσαν καὶ στρόφον τῇ κοιλίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ μὴ μαζοφαγέειν εἰθισμένῳ, ἢ ὁκοῖον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ‧ ἢ αὐτός τε ὁ ἄρτος θερμὸς βρωθεὶς οἱήν δίψαν παρέχει, καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον‧ καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες οἱᾶ διαφέροντα ἀλλήλων ποιεῦσι‧ καὶ μᾶζά τε ξηρὴ παρὰ τὸ ἔθος, ἢ ὑγρὴ, ἢ γλίσχρη‧ καὶ τὰ ἄλφιτα οἱό῀ν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι, καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι‧ καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος ἐς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος παρὰ τὸ ενος ἐξαπίνης ποθείς‧ ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω‧ ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψαν‧ καὶ λευκος τε καὶμέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλοντι, εἰ καὶ ἄμφω οἰνώδεες εἰε῀ν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα οἶνον ἧσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ?, 10.2)

SEARCH

MENU NAVIGATION