- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ μὴν ὀφείλων γ ἂν τίνοιμ αὐτῷ χάριν.?
(아이스킬로스, 결박된 프로메테우스, episode 2:21)
ὑπαγόντων οὖν ἐπὶ τοῖσδε τὸν Βάρκαν τῶν ἐχθρῶν ἐς κρίσιν ὡς αἴτιον τῇ πατρίδι τοσῶνδε συμφορῶν γενόμενον, θεραπεύσας ὁ Βάρκας τοὺς πολιτευομένους, ὧν ἦν δημοκοπικώτατος Ἀσδρούβας ὁ τὴν αὐτοῦ Βάρκα θυγατέρα ἔχων, τάς τε δίκας διεκρούετο, καὶ Νομάδων τινὸς κινήματος γενομένου στρατηγὸς ἔπραξεν ἐπ αὐτοὺς αἱρεθῆναι μετ Ἄννωνος τοῦ μεγάλου λεγομένου, ἔτι τὰς εὐθύνας τῆς προτέρας στρατηγίας ὀφείλων.
(아피아노스, The Foreign Wars, chapter 1 4:5)
ἐγκειμένων δὲ τῶν πρέσβεων, ὁ Νικομήδης πολλὰ μὲν ὑπὲρ τῆς ἐπικουρίας τοῖς στρατηγοῖς καὶ τοῖς πρέσβεσιν ὡμολογηκὼς χρήματα δώσειν καὶ ἔτι ὀφείλων, πολλὰ δ ἄλλα παρὰ τῶν ἑπομένων Ῥωμαίων δεδανεισμένος καὶ ὀχλούμενος, ἄκων ἐσέβαλεν ἐς τὴν Μιθριδάτου γῆν καὶ ἐλεηλάτησεν ἐπὶ πόλιν Ἄμαστριν, οὐδενὸς οὔτε κωλύοντος αὐτὸν οὔτε ἀπαντῶντος.
(아피아노스, The Foreign Wars, chapter 2 4:7)
ποτὲ εἶχεν ἀγρόν, εἶτα νῦν πολλοί, πολλοῖς ὀφείλων ἐκεῖνος αὐτὸν ἐκτήσατο.
(아리스티데스, 아일리오스, Ars Rhetorica, περὶ πολιτικοῦ λόγου, περὶ ἐμφάσεως. 5:4)
εἰσὶ δ ἔμμηνοι προικός, ἐάν τις ὀφείλων μὴ ἀποδῷ, κἄν τις ἐπὶ δραχμῇ δανεισάμενος ἀποστερῇ, κἄν τις ἐν ἀγορᾷ βουλόμενος ἐγράζεσθαι δανείσηται παρά τινος ἀφορμήν:
(아리스토텔레스, 아테네인들의 정치체제, work Ath. Pol., chapter 52 2:2)
πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω, θείς μοι πρυτανεῖ ἀπολεῖν μέ φησι κἀξολεῖν, κἀμοῦ μέτριά τε καὶ δίκαι αἰτουμένου, ὦ δαιμόνιε τὸ μέν τι νυνὶ μὴ λάβῃς, τὸ δ ἀναβαλοῦ μοι, τὸ δ ἄφες, οὔ φασίν ποτε οὕτως ἀπολήψεσθ, ἀλλὰ λοιδοροῦσί με ὡς ἄδικός εἰμι, καὶ δικάσεσθαί φασί μοι.
(아리스토파네스, Clouds, Lyric-Scene2)
πρῶτον δ ἑνὸς οὕνεκα δήπου, ἤν τις ὀφείλων ἐξαρνῆται.
(아리스토파네스, Ecclesiazusae, Agon, epirrheme 2:31)
καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος ἀπέδωκ ὀφείλων τῷ κναφεῖ τριώβολον.
(아리스토파네스, Wasps, Episode4)
οὗτος γάρ, ὦ ἄνδρες δικασταί, ὀφείλων ἀργύριον ἐπὶ τρισὶ δραχμαῖς Σωσινόμῳ τῷ τραπεζίτῃ καὶ Ἀριστογείτονι, προσελθὼν πρὸς ἐμὲ ἐδεῖτο μὴ περιιδεῖν αὐτὸν διὰ τοὺς τόκους ἐκ τῶν ὄντων ἐκπεσόντα.
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 9142)
ἐὰν δ ἁλῷ, ἔνοχος ἔστω τῷ νόμῳ ὃς κεῖται, ἐάν τις ὀφείλων ἄρχῃ τῷ δημοσίῳ.
(데모스테네스, Speeches 11-20, Περὶ τῆς Ἀτελείας πρὸς Λεπτίνην 209:4)
βούλομαι δὴ καὶ περὶ ταύτης ὑμῖν ἐξ ἀρχῆς εἰπεῖν καὶ διηγήσασθαι, ἵν εἰδῆθ ὅτι καὶ τούτων ὀφείλων δίκην φανήσεται.
(데모스테네스, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 101:3)
καὶ ἔνδειξις αὐτῶν ἔστω πρὸς τοὺς θεσμοθέτας, καθάπερ ἐάν τις ἄρχῃ ὀφείλων τῷ δημοσίῳ:
(데모스테네스, Speeches 21-30, Κατὰ Τιμοκράτους 27:2)
Νόμος ἐὰν δέ τις ἱκετεύῃ ἐν τῇ βουλῇ ἢ ἐν τῷ δήμῳ περὶ ὧν δικαστήριον ἢ ἡ βουλὴ ἢ ὁ δῆμος κατέγνω, ἐὰν μὲν αὐτὸς ὁ ὀφλὼν ἱκετεύῃ πρὶν ἐκτεῖσαι, ἔνδειξιν εἶναι αὐτοῦ, καθάπερ ἐάν τις ὀφείλων τῷ δημοσίῳ ἡλιάζηται:
(데모스테네스, Speeches 21-30, Κατὰ Τιμοκράτους 68:1)
ὑμεῖς μέν γε τἀπὶ τῷ πλήθει νενομοθετημένα δεινά, ἐάν τις ἢ διχόθεν μισθοφορῇ ἢ ὀφείλων τῷ δημοσίῳ ἐκκλησιάζῃ ἢ δικάζῃ, ἢ ἄλλο τι ποιῇ ὧν οἱ νόμοι ἀπαγορεύουσιν, οὐ λύετε, καὶ ταῦτ εἰδότες ὅτι διὰ πενίαν <ἂν> ποιήσειεν ὁ τούτων τι ποιῶν, οὐδὲ νόμους τοιούτους τίθεσθ ὅπως ἐξουσία ἔσται ἐξαμαρτεῖν, ἀλλὰ τοὐναντίον ὅπως μή:
(데모스테네스, Speeches 21-30, Κατὰ Τιμοκράτους 182:2)
καὶ τοσούτῳ πλείονος ὀργῆς ἄξιός ἐστιν νῦν ἢ πρότερον, ὅσῳ τότε μὲν γράφειν μόνον ᾤετο δεῖν παρὰ τοὺς νόμους, νυνὶ δὲ πάντα ποιεῖν, αἰτιᾶσθαι, λέγειν, διαβάλλειν, βλασφημεῖν, θανάτου τιμᾶσθαι, εἰσαγγέλλειν, κακολογεῖν τοὺς ἐπιτίμους αὐτὸς ὀφείλων τῷ δημοσίῳ:
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστογείτονος Α? 114:2)

SEARCH

MENU NAVIGATION