- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἰ δὲ πεῖρα καθ ὑμῶν ἦν καὶ παρασκευὴ τοῦ μέλλοντος χρόνου, δυοῖν, οὐχ ἑνὸς ὑμῖν ὀφείλει δίκην, τοῦ τ ἐπ ἐκείνων φενακίζειν καὶ τοῦ νῦν μεθ ὅπλων ἐπέρχεσθαι.?
(아리스티데스, 아일리오스, 연설, συμμαχικὸς β πρὸς Θηβαίους περὶ τῆς συμμαχίας 6:4)
ἐκεῖνο δὲ προδιομολογείσθω, ὅτι πᾶς ὁ περὶ τῶν πρακτῶν λόγος τύπῳ καὶ οὐκ ἀκριβῶς ὀφείλει λέγεσθαι, ὥσπερ καὶ κατ ἀρχὰς εἴπομεν ὅτι κατὰ τὴν ὕλην οἱ λόγοι ἀπαιτητέοι:
(아리스토텔레스, 니코마코스 윤리학, Book 2 15:1)
ὀφείλοντα γὰρ ἀποδοτέον, οὐδὲν δὲ ποιήσας ἄξιον τῶν ὑπηργμένων δέδρακεν, ὥστ ἀεὶ ὀφείλει.
(아리스토텔레스, 니코마코스 윤리학, Book 8 159:1)
καὶ τὰς μὲν εὐεργεσίας ἀνταποδοτέον ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἢ χαριστέον ἑταίροις, ὥσπερ καὶ δάνειον ᾧ ὀφείλει ἀποδοτέον μᾶλλον ἢ ἑταίρῳ δοτέον.
(아리스토텔레스, 니코마코스 윤리학, Book 9 20:1)
εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν, κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι:
(아리스토파네스, Lysistrata, Agon, antepirrheme21)
Καὶ τὰ χρέα ἐπιλύσασθαι τῆς στρατιᾶς ὅσοις χρέα ἦν ἐν καιρῷ οἱ ἔδοξε, καὶ κελεύει ἀπογράφεσθαι ὁπόσον ὀφείλει ἕκαστος, ὡς ληψομένους.
(아리아노스, Anabasis, book 7, chapter 5 1:1)
ὧν οὖν ἐκεῖνος μὲν ὀφείλει τοῖς ὑπὲρ αὐτοῦ πεπολιτευμένοις χάριν, ὑμῖν δὲ δίκην προσήκει λαβεῖν, τούτων οὐχὶ νῦν ὁρῶ τὸν καιρὸν τοῦ λέγειν:
(데모스테네스, Speeches, Ὀλυνθιακὸς Β 6:3)
ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίχ ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν, οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καὶ καθαιρεθῆναι πάλιν, ἐπειδὴ πάνθ εἵνεχ ἑαυτοῦ ποιῶν ἐξελήλεγκται.
(데모스테네스, Speeches, Ὀλυνθιακὸς Β 11:1)
ἀλλ οὐχ ὁ ἵππαρχος Μειδίας, ἀλλὰ τὴν ἐκ τῶν νόμων τάξιν λιπών, οὗ δίκην ὀφείλει τῇ πόλει δοῦναι, τοῦτ ἐν εὐεργεσίας ἀριθμήσει μέρει.
(데모스테네스, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 215:1)
καίτοι εἴ τις ἔροιτ αὐτόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματ ἢ τὰ σώματ ὀφείλει, τὰ κτήματα φήσειεν ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοιτο:
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀνδροτίωνος Παρανόμων 68:1)
εἰ γὰρ ἠγνόησέν τι διδασκόμενος, τοῦ μὴ συνεῖναι δίκην οὐκ ὀφείλει δοῦναι:
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστοκράτους 145:2)
καίτοι εἴ τις ἔροιτ αὐτὸν ἢ σέ, ὦ Τιμόκρατες, τὸν ἐπαινέτην τούτων καὶ συνεργόν, τὰς εἰσφορὰς πότερον τὰ κτήματ ἢ τὰ σώματ ὀφείλει, τὰ κτήματα φήσαιτ ἄν, εἴπερ ἀληθῆ λέγειν βούλοισθε:
(데모스테네스, Speeches 21-30, Κατὰ Τιμοκράτους 234:1)
ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ὁ τούτου τῷ δημοσίῳ ὀφείλει:
(데모스테네스, Speeches 21-30, Κατὰ Τιμοκράτους 275:3)
εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὁρ´ος δ ἡ σανὶς ἡ παρὰ τῇ θεῷ κειμένη.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστογείτονος Α 86:1)
οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν ἡ κρίσις οὐδ ὁ λόγος, ἀλλ εἰ ὀφείλει.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστογείτονος Α? 87:1)

SEARCH

MENU NAVIGATION