- 문장 내 검색

헬라어 문장 내 검색 Language

πολλὰς ὀδύνας τε καὶ ἀλγηδόνας καὶ ἀπορίας μεθημερινάς τε καὶ νυκτερινὰς ἀφεῖλε πολλοῖς, οὐ μὲν οὖν ἔχοι τις ἂν εἰπεῖν ὅσοις.?
(아리스티데스, 아일리오스, 연설, Λαλιὰ εἰς Ἀσκληπιόν 3:12)
εἰς δὲ τὸ παρηγορῆσαι τὰς ὀδύνας τῷ θερμῷ ἐπαιονᾷ θέλγειν δυναμένῳ.
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 143)
φημὶ δὲ καὶ κεῖνον τὸν ἀεὶ πεφυλαγμένον ἄνδρα καὶ πάντων μῖσος κτώμενον ι ἐκ συνοχῶν πάσας ἀμφὶ γυναῖκας ὑπὸ σκολιοῖο τυπέντα τόξου νυκτερινὰς οὐκ ἀποθέσθ ὀδύνας:
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 71 7:4)
ὧν ποιησάντων τὸ προσταχθέν, ὁ ἐργάτης ἔφησε λαμβάνειν ἐκ τοῦ χωρίου κακὰς ὀδύνας, ἀλλ οὐθὲν αὐτῷ μέλειν:
(디오도로스 시켈로스, Library, fragmenta libri ix, chapter 37 5:1)
ἐκ δὲ τούτου προβάτων μὲν καὶ ὑποζυγίων καὶ βοῶν ἐπίλειψις παντελὴς ἐγέ- νετο, εἰς δὲ τοὺς ἀνθρώπους νόσοι κατέσκηψαν πολλαὶ μὲν καὶ ἄλλαι, μάλιστα δὲ ἡ ψωρώδης καλουμένη, δεινὰς ὀδύνας παρέχουσα τοῖς χρωσὶ κατὰ τοὺς ὀδα- ξησμοὺς καὶ πρὸς τὰς ἑλκώσεις ἔτι μᾶλλον ἀγριαινο- μένη:
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 12, chapter 6 1:2)
σὺ κέντρον ἔχεις τοιοῦτον, ὥστε ὃν ἂν πλήξῃς εἰς πράγματα καὶ ὀδύνας ἐμβάλλειν.
(에픽테토스, Works, book 2, Πρὸς τὸν ἐπὶ μοιχείᾳ ποτὲ κατειλημμένον. 7:1)
τὰν κόμαν δ ἐγὼ - σάφ οἶδα, δι ὀδύνας ἔβας, ἰήιον κλύων γόον ματρός, ἅ ς ἔτικτε.
(에우리피데스, choral, strophe 22)
δι ὀδύνας ἔβας:
(에우리피데스, Phoenissae, episode, lyric 3:5)
Ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ φλεβοτομίη, ἢ φαρμακοποσίη λύει.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 60.31)
Ὀδύνας ὀφθαλμῶν, ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ, φλεβοτόμει.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 87.44)
Ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος‧ οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται, οἵ τε πόδες οἰδέουσι, καὶ διάῤῬοιαι πολυχρόνιον ἔχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι‧ ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται, βῆξαί τε θυμὸς τούτοισιν ἐγγίγνεται, καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην, καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ ἐπ ἀριστερὰ, ἱστάμενά τε καὶ καταπαυόμενα.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., PROGNWSTIKON, 8.2)
ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ ὀξὺ βέλος περιπευκές, ἀπ αὐτοῦ δ αἷμα κελαινὸν νίζ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας ἔσχ ὀδύνας:
(호메로스, 일리아스, Book 11 71:3)
ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι, κοίμησον δ ὀδύνας, δὸς δὲ κράτος, ὄφρ ἑτάροισι κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν, αὐτός τ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.
(호메로스, 일리아스, Book 16 42:12)
αὐτίκα παῦς ὀδύνας ἀπὸ δ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν τέρσηνε, μένος δέ οἱ ἔμβαλε θυμῷ.
(호메로스, 일리아스, Book 16 43:2)
οἴχετ ἀίστος ἄπυστος, ἐμοὶ δ ὀδύνας τε γόους τε κάλλιπεν.?
(호메로스, 오디세이아, Book 1 22:6)

SEARCH

MENU NAVIGATION