- 문장 내 검색

헬라어 문장 내 검색 Language

Διὸς δ ἐριούνιος Ἑρμῆς δοχμωθεὶς μεγάροιο διὰ κλήιθρον ἔδυνεν αὔρῃ ὀπωρινῇ ἐναλίγκιος, ἠύτ ὀμίχλη.?
(익명 저작, Homeric Hymns, Εἲς Ἑρμῆν 15:5)
ἐφέρετο δὲ πολλὴ μὲν ὑπὲρ αὐτῶν ὁμίχλη πολὺς δὲ πάταγος, ἦν δὲ ἀδύνατον καὶ τοῖς πετεινοῖς δι αὐτῶν διελθεῖν.
(아폴로도로스, Library and Epitome, book 1, chapter 9 22:3)
ὅ τε γὰρ Κουρίων ἐστάθμευσεν ἐνταῦθα, καὶ ὁ στρατὸς εὐθὺς ἐνόσει, πιοῦσί τε τὸ βλέμμα ἀμαυρὸν ἦν ὥσπερ ἐν ὁμίχλῃ, καὶ ὕπνος ἐπεγίγνετο σὺν κάρῳ, μετὰ δ αὐτὸν ἔμετοι τροφῆς ποικίλοι καὶ σπασμὸς ὅλου τοῦ σώματος.
(아피아노스, The Civil Wars, book 2, chapter 7 1:8)
ἢ γὰρ ἐν σπλάγχνῳ καιρίῳ νόσημα φωλεῦσαν ἔτρεψε ἐς καχεξίην τὸ πᾶν, ἢ τὸ ξύμπαν σκῆνος λοιμοῦ κατάρξαντος ἐς κακοχυμίην ἤμειψε τὰ σπλάγχνα · εὖτε ἀλλήλοισι ἄμφω ἐς τὸ κακὸν ξυντιμωρέει, ἀσινὲς δὲ οὐδὲν, ἐξ οὗπερ καὶ σμικρὴ τῇ φύσι γίγνοιτο ἂν ἐπικουρίη· ἔστι δὲ ἐς ἐπομβρίην Ῥεῦμα ψυχρὸν, παχὺ, ὁκοῖον ἡ ὀμίχλη τῷ παντί.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.3)
παχύνει γὰρ καὶ ὑγραίνει τὸ πνεῦμα ξηρόν τε καὶ λεπτὸν ἐὸν, και ὀμίχλην τῇσι αἰσθήσεσι παρέχει· βαρὺ δὲ καὶ νωθὲς ὀμίχλη, ἥπερ ὕπνου ἀρχή· ἢν δὲ μεζόνων δέωνται, καὶ αὐτὸ τὸ μηκώνειον ἐς τὰ μέτωπα ξὺν ὕδατι χρίειν· ἠδὲ ὑπαλείφειν τὰς Ῥῖνας καὶ ἐς τὰ ὦτα ἐγχέειν · ψηλαφίη ποδῶν εὐαφὴς ξὺν λίπαϊ, ψαῦσις τῆς κεφαλῆς, ἀνυτικὸν δὲ καὶ κνῆσις μάλιστα κροτάφων τε καὶ ὤτων.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.52)
ὕπνος πολλὸς, παχυτὴς , ἀργίη, ὀμίχλη τῆς αἰσθήσιος· ἀγαθὸν δὲ ξυμμετρίη· κοιλίης ἔκκρισις ἐπὶ τοῖσι ὕπνοισι ἄριστον, μάλιστα πνευμάτων καὶ φλεγμάτων.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.135)
τηνικαῦτα δὲ ὁμίχλη τε κατέβη βαθεῖα καὶ ψακάς τις διέθει:
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε# 5:8)
γίγνεται, οἷν ὁμίχλη ἢ κονιορτὸς πολὺς ἄνω φερόμενος ἢ ἥλιος κατὰ προσώπου ἀντιλάμπων ἢ νιφετὸς συνεχὴς ἢ ὕδωρ λάβρον ἐξ οὐρανοῦ ἢ τόποι σύνδενδροι ἢ γήλοφοι ἀνεστηκότες, ὡς μὴ πάσῃ τῇ φάλαγγι ὁρατὰ γίγνεσθαι τὰ σημεῖα.
(아리아노스, chapter 27 6:1)
τὰ δὲ εἰς λη οὐκέτι, ὁμίχλη, φύτλη, γενέθλη, αἴγλη, τρώγλη, ὁμοίως οὖν καὶ τρίγλη.
(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 71 1:2)
τοιάδε δόμους ὁμίχλη κατέχει πάντων ἀγαθῶν ἀνάμεστος.
(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 67 5:2)
ἔτι δὲ πρὸς τούτοισιν ἐπειδὰν ἁρπασθῇ καὶ μετεωρισθῇ περιφερόμενον καὶ καταμεμιγμένον ἐς τὸν ἠέρα, τὸ μὲν θολερὸν αὐτοῦ καὶ νυκτοειδὲς ἐκκρίνεται καὶ ἐξίσταται καὶ γίνεται ἠὴρ καὶ ὀμίχλη, τὸ δὲ λαμπρότατον καὶ κουφότατον αὐτοῦ λείπεται καὶ γλυκαίνεται ὑπὸ τοῦ ἡλίου καιόμενόν τε καὶ ἑψόμενον.
(히포크라테스, Hippocrates Collected Works I, ΠΕΡΙ ΑΕΡΩΝ ΥΔΑΤΩΝ ΤΟΠΩΝ, viii.13)
καρπαλίμως δ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ ὀμίχλη, καί ῥα πάροιθ αὐτοῖο καθέζετο δάκρυ χέοντος, χειρί τέ μιν κατέρεξεν ἔπος τ ἔφατ ἔκ τ ὀνόμαζε:
(호메로스, 일리아스, Book 1 39:2)
ἀλλ ἐγὼ οἶδα τὴν αἰτίαν παρ ἡμῖν μὲν γὰρ ἀσφόδελος μόνον καὶ χοαὶ καὶ πόπανα καὶ ἐναγίσματα, τὰ δ ἄλλα ζόφος καὶ ὁμίχλη καὶ σκότος, ἐν δὲ τῷ οὐρανῷ φαιδρὰ πάντα καὶ ἥ τε ἀμβροσία πολλὴ καὶ τὸ νέκταρ ἄφθονον ὥστε ἥδιον παρ ἐκείνοις βραδύνειν ἐοίκε.
(루키아노스, Cataplus, (no name) 2:4)
ἀνακινηθέντος δὲ τοῦ ὕδατος ἄνεισιν ἀχλὺς ἐοικυῖα ὁμίχλῃ, διαλιποῦσα δὲ ὀλίγον γίνεται νέφος ἡ ἀχλὺς καὶ ἐς αὑτὴν ἄλλα ἐπαγομένη τῶν νεφῶν ὑετὸν τοῖς Ἀρκάσιν ἐς τὴν γῆν κατιέναι ποιεῖ.
(파우사니아스, Description of Greece, Ἀρκαδικά, chapter 38 7:2)
κατὰ ταὐτὰ δὲ ἀέρος, τὸ μὲν εὐαγέστατον ἐπίκλην αἰθὴρ καλούμενος, ὁ δὲ θολερώτατος ὁμίχλη τε καὶ σκότος, ἕτερά τε ἀνώνυμα εἴδη, γεγονότα διὰ τὴν τῶν τριγώνων ἀνισότητα.
(플라톤, Hippias Major, Hippias Minor, Ion, Menexenus, Cleitophon, Timaeus, Critias, Minos, Epinomis, Τίμαιος? 265:1)

SEARCH

MENU NAVIGATION