- 문장 내 검색

헬라어 문장 내 검색 Language

οὐ γὰρ ἐπεξελθεῖν αὐτῶν ἕκαστον κατ ὄνομα πικρῶς βούλομαι, ἀλλὰ μᾶλλον τῶν τοιούτων ἀπορεῖν ἂν εὐξαίμην ἐν τῷ λόγῳ διὰ τὴν πρὸς τὴν πόλιν εὔνοιαν.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1591)
ἀνὴρ εἷς τῶν πολιτῶν τὸ δ ὄνομα οὐ λέξω:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1652)
πολὺς μὲν γὰρ ὁ Φίλιππος ἔσται, ἀναμειχθήσεται δὲ καὶ τὸ τοῦ παιδὸς ὄνομα Ἀλεξάνδρου.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1664)
πρὶν μὲν γὰρ εἰς κρίσιν Τίμαρχον καταστῆναι, φόβον τισὶ παρεῖχεν ὁ νόμος καὶ τὸ τῶν δικαστηρίων ὄνομα:
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1923)
ἐν ταύτῃ τῇ ἐκκλησίᾳ Δημοσθένην ἐπιδείξασθαι παρακαθήμενον ψήφισμα ἑαυτῷ, ἐφ ᾧ ἐπεγέγραπτο τὸ Δημοσθένους ὄνομα, καὶ ἀνακοινοῦσθαι αὐτὸν αὑτῷ, εἰ δῷ τοῖς προέδροις ἐπιψηφίσαι, καὶ εἶναι, ἐφ οἷς τὴν εἰρήνην καὶ τὴν συμμαχίαν ἔγραψε ποιεῖσθαι, ἐπὶ τοῖς αὐτοῖς ἐφ οἷσπερ καὶ Φιλοκράτης ἐγεγράφει.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 681)
καὶ τῶν συμμάχων τῶν ἑαυτοῦ τοὺς παραγενομένους κατ ὄνομα γέγραφε, καὶ αὐτοὺς καὶ τὰς πόλεις αὐτῶν, τοὺς δ ὑστερήσαντας τῶν συμμάχων ἀποστελεῖν φησι πρὸς ὑμᾶς.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 129 1:1)
καὶ προστίθησίν τινος ὄνομα πλασάμενος, ὡς ἔτυχε παρών, μιμούμενος τοὺς τἀληθῆ λέγοντας.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1533)
κἀνταῦθα ἀναφύντος τοῦ δήμου καὶ πάλιν ἐξ ἀρχῆς ἰσχύσαντος, ἄνθρωποι παρέγγραπτοι γεγενημένοι πολῖται, καὶ τὸ νοσοῦν τῆς πόλεως ἀεὶ προσαγόμενοι, καὶ πόλεμον ἐκ πολέμου πολιτευόμενοι, ἐν μὲν εἰρήνῃ τὰ δεινὰ τῷ λόγῳ προορώμενοι, καὶ τὰς ψυχὰς τὰς φιλοτίμους καὶ λίαν ὀξείας ἐρεθίζοντες, ἐν δὲ τοῖς πολέμοις ὅπλων οὐχ ἁπτόμενοι, ἐξετασταὶ δὲ καὶ ἀποστολεῖς γιγνόμενοι, παιδοποιούμενοι δὲ ἐξ ἑταιρῶν, ἄτιμοι δ ἐκ συκοφαντίας, εἰς τοὺς ἐσχάτους κινδύνους τὴν πόλιν καθιστᾶσι, τὸ μὲν τῆς δημοκρατίας ὄνομα οὐ τοῖς ἤθεσιν, ἀλλὰ τῇ κολακείᾳ θεραπεύοντες, καταλύοντες δὲ τὴν εἰρήνην, ἐξ ἧς ἡ δημοκρατία σῴζεται, συναγωνιζόμενοι δὲ τοῖς πολέμοις, ἐξ ὧν ὁ δῆμος καταλύεται.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1771)
πρῶτον μὲν γὰρ ἔγραψαν ὑπὲρ εἰρήνης ὑμᾶς μόνον βουλεύσασθαι, τὸ δὲ τῆς συμμαχίας ὄνομα ὑπερέβησαν, οὐκ ἐπιλελησμένοι, ἀλλὰ καὶ τὴν εἰρήνην ἀναγκαιοτέραν ἢ καλλίω ὑπολαμβάνοντες εἶναι:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 69 1:2)
ὑμεῖς δὲ οὐδ ἐπὶ τὰ ψηφίσματα εἰᾶτε τὸ Δημοσθένους ἐπιγράφειν ὄνομα, ἀλλὰ Ναυσικλεῖ τοῦτο προσετάττετε:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 159 1:2)
τότε μὲν ἦν σπάνια τὰ καλὰ παρ ἡμῖν, καὶ τὸ τῆς ἀρετῆς ὄνομα τίμιον:
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1785)
οὗτοι δεῦρο ἀφικόμενοι τὸν δῆμον ᾔτησαν δωρεάν, καὶ ἔδωκεν αὐτοῖς ὁ δῆμος τιμὰς μεγάλας, ὡς τότ ἐδόκει, τρεῖς λιθίνους Ἑρμᾶς στῆσαι ἐν τῇ στοᾷ τῇ τῶν Ἑρμῶν, ἐφ ᾧτε μὴ ἐπιγράφειν τὸ ὄνομα τὸ ἑαυτῶν, ἵνα μὴ τῶν στρατηγῶν, ἀλλὰ τοῦ δήμου δοκῇ εἶναι τὸ ἐπίγραμμα.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 183 1:2)
υνκνοωνἔστι που τὸ τῶν στρατηγῶν ὄνομα·
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 185 1:4)
ἔφη γὰρ, ὅτε ἀρτίως κατεληλύθει ὁ δῆμος, εἴ τις εἰσίοι γραφὴ παρανόμων εἰς δικαστήριον, εἶναι ὅμοιον τὸ ὄνομα καὶ τὸ ἔργον.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 191 1:4)
σὺ δὲ τὸ μὲν τῶν Θηβαίων ὄνομα καὶ τὸ τῆς δυστυχεστάτης συμμαχίας ἐνοχλεῖς ἀεὶ λέγων, τὰ δ ἑβδομήκοντα τάλαντα ὑποσιωπᾷς, ἃ προλαβὼν τοῦ βασιλικοῦ χρυσίου ἀπεστέρηκας.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος?, section 2394)

SEARCH

MENU NAVIGATION