- 문장 내 검색

헬라어 문장 내 검색 Language

Διανέμειν τε αὐτὴν ἐκεχειροτόνηντο πρῶτοι Γράκχος αὐτός, ὁ νομοθέτης, καὶ ἀδελφὸς ὁμώνυμος ἐκείνου καὶ ὃς ἐκήδευε τῷ νομοθέτῃ Κλαύδιος Ἄππιος, πάνυ τοῦ δήμου καὶ ὣς δεδιότος, μὴ τὸ ἔργον ἐκλειφθείη τοῦ νόμου, εἰ μὴ Γράκχος αὐτοῦ σὺν ὅλῃ τῇ οἰκίᾳ κατάρχοιτο.?
(아피아노스, The Civil Wars, book 1, chapter 1 7:1)
ἣ μόνη μὲν ἁπάντων θεῶν, ὁμοίως δὲ πασῶν, οὐκ ἐπώνυμος τῆς νίκης ἐστὶν, ἀλλ ὁμώνυμος.
(아리스티데스, 아일리오스, 연설, Ἀθηνᾶ 8:5)
ἀλλ ὁ τοῦ πατρὸς αὐτῷ πατὴρ, τούτῳ δὲ ὁμώνυμος Ἀπελλᾶς ἐκεῖνος, ἀρχὴν γὰρ οἶμαι ταύτην μικρῷ πρόσθεν ὁ λόγος ἐνεδίδου, ποῖός τις ἡμῖν·
(아리스티데스, 아일리오스, 연설, Ἀπελλᾶ γενεθλιακός 3:6)
ὥσπερ γὰρ ἐπ ἀσπίδος κύκλων εἰς ἀλλήλους ἐμβεβηκότων πέμπτος εἰς ὀμφαλὸν πληροῖ διὰ πάντων ὁ κάλλιστος, εἴπερ ἡ μὲν Ἑλλὰς ἐν μέσῳ τῆς πάσης γῆς, ἡ δ Ἀττικὴ τῆς Ἑλλάδος, τῆς δὲ χώρας ἡ πόλις, τῆς δ αὖ πόλεως ἡ ὁμώνυμος.
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 9:3)
οὐ γὰρ ὁ πάντως ἔχων δάκτυλος ζῴου, ἀλλ ὁμώνυμος ὁ τεθνεώς:
(아리스토텔레스, 형이상학, Book 7 156:1)
ὅσα δὲ ἐλλείπειν μοι δοκεῖ ἐν τῷ λόγῳ, οὐχὶ ἀμελείᾳ ἀλλ᾿ ἀγνοίᾳ τοῦ γένους τῶν κυνῶν τοῦ Κελτικοῦ καὶ τοῦ γένους τῶν ἵππων τοῦ Σκυθικοῦ τε καὶ τοῦ Λιβυκοῦ, ταῦτα λέξω, ὁμώνυμός τε ὢν αὐτῷ καὶ πόλεως τῆς αὐτῆς καὶ ἀμφὶ ταὐτὰ ἀπὸ νέου ἐσπουδακώς, κυνηγέσια καὶ στρατηγίαν καὶ σοφίαν:
(아리아노스, Cynegeticus, chapter 1 4:2)
φησὶ Πλάτων ὁ φιλόσοφος, ὁ δ ὁμώνυμος αὐτῷ ποιητής φησι:
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 301)
καὶ ἡ ἐξ Ἐρέσου δὲ τῆς ποιητρίας ὁμώνυμος ἑταίρα Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νυμφόδωρος ἐν Περίπλῳ Ἀσίας.
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 701)
εἰπόντες οὖν περὶ ἐγγυθήκης ἑξῆς πάλιν μνησθησόμεθα φιλοδείπνων βασιλέων, ὁ γὰρ τῷ προειρημένῳ Ἀντιόχῳ ὁμώνυμος βασιλεύς, Δημητρίου δ υἱός, ὡς ἱστορεῖ Ποσειδώνιος, ὑποδοχὰς ποιούμενος καθ ἡμέραν ὀχλικὰς χωρὶς τῶν ἀναλισκομένων σωρευμάτων ἑκάστῳ ἀποφέρειν ἐδίδου τῶν ἑστιατόρων ὁλομελῆ κρέα χερσαίων τε καὶ πτηνῶν καὶ θαλαττίων ζῴων ἀδιαίρετα ἐσκευασμένα, ἅμαξαν πληρῶσαι δυνάμενα:
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 461)
ταύτης οὖν παῖς εἴτ ἐξ αὐτοῦ τεκούσης, εἴτ ἐξ ἄλλου τινος, ὁμώνυμος Ἀθηνίωνι τῷ δεσπότῃ παρετρέφετο.
(아테나이오스, The Deipnosophists, Book 5, book 5, chapter 483)
φιλοπότης δ ἦν καὶ ὁ ὁμώνυμος αὐτῷ Ἀντίοχος, ὁ ἐν Μηδίᾳ πρὸς Ἀρσάκην πολεμήσας, ὡς ἱστορεῖ Ποσειδώνιος ὁ Ἀπαμεὺς ἐν τῇ ἑκκαιδεκάτῃ τῶν ἱστοριῶν.
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 53 2:3)
ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς, οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος, ἀξύνετα ξυνετοῖσι λέγων, νόμον ἐκ νόμου ἕλκων ἓν δ ἐστὶν καὶ πολλὰ καὶ ἂν τρώσῃ τις ἄτρωτος.
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 71 1:4)
περιείληφε δ ὁ ποταμὸς καὶ νήσους ἐν αὑτῷ, κατὰ μὲν τὴν Αἰθιοπίαν ἄλλας τε πλείους καὶ μίαν εὐμεγέθη, τὴν ὀνομαζομένην Μερόην, ἐν ᾗ καὶ πόλις ἐστὶν ἀξιόλογος ὁμώνυμος τῇ νήσῳ, κτίσαντος αὐτὴν Καμβύσου καὶ θεμένου τὴν προσηγορίαν ἀπὸ τῆς μητρὸς αὐτοῦ Μερόης.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 33 1:1)
προεῖπε δὲ καὶ τοῖς ἐγχωρίοις ὅτι κατὰ τοὺς ὕστερον χρόνους ἔσται πόλις ἐπίσημος ὁμώνυμος τῷ τετελευτηκότι.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 4, chapter 24 7:2)
αὗται δ εἰσὶ τὸν μὲν ἀριθμὸν ἑπτά, προσηγορίας δ ἔχουσι ταύτας, Στρογγύλη καὶ Εὐώνυμος, ἔτι δὲ Διδύμη καὶ Φοινικώδης καὶ Ἐρικώδης, πρὸς δὲ τούτοις Ιἑρὰ Ἡφαίστου καὶ Λιπάρα, καθ ἣν ὁμώνυμος πόλις καθίδρυται.?
(디오도로스 시켈로스, Bibliotheca Historica, book 5, chapter 7 1:2)

SEARCH

MENU NAVIGATION