- 문장 내 검색

헬라어 문장 내 검색 Language

τοιαύτης ἐμπιπτούσης ταραχῆς, μετὰ τῶν συμφύτων αὐτῷ νοσημάτων ἤδη τὰ μετὰ ταῦτα ἐβουλεύετο, μετὰ δειλίας καὶ τῆς πρὸς Φιλοκράτην ὑπὲρ τῆς δωροδοκίας ζηλοτυπίας, καὶ ἡγήσατο, εἰ τῶν συμπρεσβευόντων καὶ τοῦ Φιλίππου κατήγορος ἀναφανείη, τὸν μὲν Φιλοκράτην προδήλως ἀπολεῖσθαι, τοὺς δὲ ἄλλους συμπρέσβεις κινδυνεύσειν, αὐτὸς δ εὐδοκιμήσειν, καὶ προδότης ὢν τῶν φίλων καὶ πονηρός, πιστὸς τῷ δήμῳ φανήσεσθαι.?
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 812)
Ἅπαντα μὲν οὖν πονηρὰ τὰ εἴδεά ἐστι· ὕδρωψ γὰρ πάντων τῶν νοσημάτων κακόν· ἀλλὰ τουτέων λευκοφλεγματίης μὲν εὐηθέστερος.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.34)
ὁκόσα μὲν ὦν ἐν πυρετῶν θεραπείῃ γίγνεται κατά τε τὴν τούτων διαφορὴν, καὶ κατὰ τὴν τῶν νοσημάτων ἰδέην, καὶ τὴν ἐν αὐτοῖς ποικιλίην, τουτέων τὰ πλείω ἐν τοῖσι ἀμφὶ πυρετῶν λόγοισι λελέξεται· ὁκόσα δὲ ξὺν πυρετοῖσι ὀξέα γίγνεται πάθεα, ὁκοῖον ἡ φρενῖτις, ἢ ἄνευθε πυρετῶν, ὁκοῖον ἀποπληξίη, ἀμφὶ τῶνδε μοῦνον τὰ ἄκεα φράσω· ὡς δὲ μὴ διαμαρτάνειν, μηδὲ μακρηγορέειν, ἕτερα ἐν ἑτέροισι γράφοντα, ἀρχὴ ἡ ωὐτὴ ἣ καὶ ἀμφὶ τῶν παθέων, καὶ τελευτὴ ἡ ωὐτή.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.2)
κἢν ἐς τὰ μεγάλα δηθύνῃ, ἐν ἕδρῃ ἵζει ἡ μελαγχολίη · καὶ ἢν πάντη τοῦ σώματος ἐνοικήσῃ, αἰσθήσεσι, γνώμῃ, αἵματι, χολῇ, λάβηται δὲ καὶ νεύρων, αὐτή τε ἐς ἀνήκεστον τρέπεται, ἐντίκτει τε τῷ σκήνεϊ ἑτέρων νοσημάτων τόκους, σπασμοῦ , μανίης, παραλύσιος · κἢν ἐκ μελαγχολίης τάδε γίγνηται, τὰ ἐπιγιγνόμενα ἀνήκεστα.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.185)
Ἐλλεβορισμοί· ἐλλέβορος λευκὸς μὲν τῆς ἄνω κοιλίης κάθαρσις· μέλας δὲ τῆς κάτω· καὶ ἔστιν ὁ λευκὸς οὐκ ἐμετήριον μοῦνον, ἀλλὰ καὶ ξυμπάντων ὁμοῦ καθαρτηρίων ὁ δυνατώτατος , οὐ τῷ πλήθεϊ καὶ τῇ ποικιλίῃ τῆς ἐκκρίσιος· τόδε γὰρ καὶ χολέρη πρήσσει·-- οὐδ ἐντάσεσι καὶ βίῃ τῇσι ἐπὶ τοῖσι ἐμέτοισὶ,-- ἐς τόδε γὰρ ναυτίη καὶ θάλασσα κρέσσον · ἀλλὰ δυνάμι καὶ ποιότητι οὔτι φαύλῃ, τῇπερ καὶ ὑγιέας τοὺς κάμνοντας ποιέει, καὶ ἐπ ὀλίγῃ τῇ καθάρσι, καὶ ἐπὶ σμικρῇ τῇ ἐντάσι· ἀτὰρ καὶ πάντων τῶν χρονίων νοσημάτων ἐς Ῥίξαν ἱδρυμέν ων, ἢν ἀπαυδήσῃ τὰ λοιπὰ ἄκεα, τόδε μοῦνον ἰητήριο ν.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιγ. Θεραπεία Ἐλέφαντος.124)
ἐοίκε γὰρ ἡ μὲν μοχθηρία τῶν νοσημάτων οἱο῀ν ὑδέρῳ καὶ φθίσει, ἡ δ ἀκρασία τοῖς ἐπιληπτικοῖς:
(아리스토텔레스, 니코마코스 윤리학, Book 7 101:4)
διὰ γὰρ τὸ δέχεσθαι πρόσθεσιν ἀεὶ καὶ τὸ παρὰ μικρὸν ἀνεξέλεγκτον εἶναι καὶ μηδενὶ φαίνεσθαι ῥᾳδίως, ὅσῳ τοῦτο ἐκείνου κάκιον, ἐπὶ πᾶν πρόεισιν, ὥσπερ οἶμαι καὶ τῶν ἑλκῶν τινα καὶ τῶν νοσημάτων ὅσα ἐξ ἅπαντος αὔξεσθαι φύσιν ἔχει.
(디오, 크리소토모스, 연설, ΡΟΔΙΑΚΟΣ. 185:2)
εἰ γοῦν τις ἐπεξίοι πάντας, δοκεῖ μοι μηδ ἂν δύο ἄνδρας εὑρεῖν ἐν τῇ πόλει τὸ αὐτὸ φρονοῦντας, ἀλλ ὥσπερ ἔνια τῶν ἀνιάτων καὶ χαλεπῶν νοσημάτων, ἃ δι ὅλων εἰώθεν ἔρχεσθαι τῶν σωμάτων καὶ οὐδέν ἐστι μέρος εἰς ὃ μὴ κάτεισιν, οὕτως ἡ τραχύτης αὕτη καὶ τὸ μικροῦ δεῖν ἅπαντας ἀλλήλων ἀπεστράφθαι διαπεφοίτηκε τῆς πόλεως.
(디오, 크리소토모스, 연설, ΤΑΡΣΙΚΟΣ ΔΕΥΤΕΡΟΣ. 26:2)
ὑπονοεῖν ἐμαυτὸν ἀναγκάζομαι, μὴ ἄρα τι τῶν ἐμῶν λόγου ἄξιον καὶ λανθάνω πεπονθὼς τὸ αὐτὸ ἐνίοις τῶν ζῴων, ἃ χρήσιμα ὄντα τοῖς ἀνθρώποις καὶ δύναμίν τινα ἔχοντα ἐν αὑτοῖς πρὸς ἰάσιν νοσημάτων ἤτοι χολῆς ἢ αἵματος ἢ πιμελῆς ἢ τριχῶν οὐκ ἴσασιν, οἱ δὲ ἄνθρωποι εἰδότες διώκουσιν αὐτὰ καὶ πειρῶνται πάντα τρόπον συλλαβεῖν, οὐ τῶν κρεῶν ἕνεκεν, ἀλλ᾿ ἐκείνης τῆς δυνάμεως.
(디오, 크리소토모스, 연설 (2), ΔΙΑΛΕΞΙΣ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ. 6:1)
τὸν μὲν ἄλλον χρόνον οὐθὲν αὐτοῖς μέλει ὅπως δύνωνται ὑγιαίνειν, ἀλλὰ σιτίοις τε καὶ οἴνῳ καὶ ἀφροδισίοις καὶ τῇ ἄλλῃ διαίτῃ ὡς οἱό῀ν τε ἀκολάστως καὶ ἀδεῶς χρῶνται, ἐὰν δ᾿ ἄρα τις καταλαμβάνῃ κόπος καὶ πυρετὸς περὶ τὰς τοῦ ἀέρος μεταβολάς θεραπεύειν σφᾶς κελεύουσι μεστοὶ ὄντες ἀταξίας πολλῆς καὶ νοσημάτων ἰσχυρῶν, οἱο῀ν εἰκὸς τοὺς τοιούτους καταλαμβάνειν, ὅπως δὲ μηδὲν ἰατροῦ δεήσονται, τοῦτο τὴν ἀρχὴν οὐ σκοποῦσιν.
(디오, 크리소토모스, 연설 (2), ΔΙΑΤΡΙΒΗ ΠΕΡΙ ΤΩΝ ΕΝ ΣΥΜΠΟΣΙΩΙ. 17:2)
καὶ ἐπειδὰν ἀπιέναι δέῃ, οἱ μὲν ἄσωτοι καὶ ἀκρατεῖς ὑπὸ τῶν ἀκολουθούντων ἕλκονται καὶ σύρονται μετὰ πόνων τε καὶ νοσημάτων κεκραγότες καὶ οἰμώζοντες, οὐδὲν εἰδότες οὔτε ὅποι παρῆλθον οὔτε ὅπως εἱστιάθησαν, κἂν πάνυ πολύν τις αὐτῶν μείνῃ χρόνον.
(디오, 크리소토모스, 연설 (2), ΧΑΡΙΔΗΜΟΣ. 71:1)
ταύτης ἄνωθεν ὡσανεὶ μαστοὶ δύο ἀνέχουσιν ἀλλήλων ὀλίγῳ διεστῶτες, καὶ ψυχροτάτην μὲν ἅτερος πηγήν, ἅτερος δὲ θερμοτάτην ἐκδίδωσιν, αἳ μισγόμεναι ποιοῦσι λουτρὸν ἥδιστον παιώνιόν τε νοσημάτων, πολλῷ δὲ μάλιστα νεύρων ἄκεσιν.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον ζ. 217:1)
οὐ γὰρ δι ἄλλο τί γ ἦν αὐτῇ τὸ τεχνικῇ τ εἶναι καὶ τοῦ ζῳού διασωστικῇ καὶ τῶν νοσημάτων κριτικῇ παρὰ τὸ προσίεσθαι μὲν καὶ φυλάττειν τὸ οἰκεῖον, ἀποκρίνειν δὲ τὸ ἀλλότριον.
(갈레노스, On the Natural Faculties., ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ Α, section 1413)
καὶ νοσημάτων τὰ μὲν ψυχρὰ τοῦ φλέγματος ἔκγονα, τὰ δὲ θερμὰ τῆς ξανθῆς χολῆς:
(갈레노스, On the Natural Faculties., B, section 863)
ἀλλ εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερμασία μὴ κατά τι συμβεβηκός, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ δύναμιν, ἐκ τῶν πρώτων ἂν εἰή νοσημάτων:?
(갈레노스, On the Natural Faculties., B, section 888)

SEARCH

MENU NAVIGATION