- 문장 내 검색

헬라어 문장 내 검색 Language

μουσικός τε ἀνὴρ εἵπετο, βαρβάρῳ μουσικῇ τὸν βασιλέα Βιτοῖτον, εἶτ Ἀλλόβριγας, εἶτα τὸν πρεσβευτὴν αὐτὸν ἔς τε γένος καὶ ἀνδρείαν καὶ περιουσίαν ὑμνῶν:?
(아피아노스, The Foreign Wars, chapter 5:63)
πρὸς Διὸς, ὦ Πλάτων, εἰ δὲ δὴ σοῦ τις λαβόμενος κατηγόρει λέγων ὅσα διέπλεις ἐν ὁλκάσι τὴν θάλατταν καὶ πλάνην ὁπόσην πεπλάνησαι περὶ τὴν χάρυβδιν, ὁμοῦ τοῖς ναύταις ἐσκηνωμένος καὶ δεόμενος τῆς κώπης καὶ τοῦ τροπωτῆρος, καὶ ταῦθ οὕτω δυσχεραίνων τὰ ναυτικὰ καὶ τοῖς ὁπλίταις προσκείμενος, ἆρ οὐκ ἐκεῖνο μὲν οὐκ ἔμελλες ἐρεῖν, ἅτε ὢν μουσικὸς καὶ πάλαι κατεγνωκὼς τοῦ ῥήματος, τὸ ποῖον δὴ λέγω, ὦ μοχθηρὲ μελαγχολᾷς, εἶπες δ ἂν οὑτωσί πως, ὦ δαιμόνιε, ἐγὼ ταῦτα ἔπραττον, οὐ τὸν τῶν ναυτῶν βίον ᾑρημένος, οὐδ ἐκείνους ἀντὶ τῶν ὁπλιτῶν κοσμῶν, οὐδ ἐν γήρᾳ ναυτίλλεσθαι μεταμανθάνων, οὐδὲ τοῖς κατ ἤπειρον πράγμασι λυμαινόμενος, ἀλλ οὐκ ἦν ἄλλως ἐλθεῖν εἰς Σικελίαν·
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 94:7)
ἐπεὶ δὲ τὸ φιλεῖν τὸ κατ ἐνέργειαν τὸ φιλούμενον ὅ ἐστὶ χρῆσθαι ᾗ φιλούμενον, ὁ δὲ φίλος φιλούμενον τῷ φίλῳ ᾗ φίλος, ἀλλὰ μὴ ᾗ μουσικὸς ἢ ᾗ ἰατρικός:
(아리스토텔레스, 에우데모스 윤리학, Book 7 65:1)
εἰή γὰρ ἂν ἡδὺς οὐχ ᾗ φαῦλος, ἀλλ ᾗ τῶν κοινῶν τινος μετέχει, οἱο῀ν εἰ μουσικός.
(아리스토텔레스, 에우데모스 윤리학, Book 7 91:1)
οὐσίας ὑπομενούσης τοῖς δὲ πάθεσι μεταβαλλούσης, τοῦτο στοιχεῖον καὶ ταύτην ἀρχήν φασιν εἶναι τῶν ὄντων, καὶ διὰ τοῦτο οὔτε γίγνεσθαι οὐθὲν οἰόνται οὔτε ἀπόλλυσθαι, ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σωζομένης, ὥσπερ οὐδὲ τὸν Σωκράτην φαμὲν οὔτε γίγνεσθαι ἁπλῶς ὅταν γίγνηται καλὸς ἢ μουσικὸς οὔτε ἀπόλλυσθαι ὅταν ἀποβάλλῃ ταύτας τὰς ἕξεις, διὰ τὸ ὑπομένειν τὸ ὑποκείμενον τὸν Σωκράτην αὐτόν, οὕτως οὐδὲ τῶν ἄλλων οὐδέν:
(아리스토텔레스, 형이상학, Book 1 58:1)
ἀλλ οὐχ ὁ Σωκράτης μουσικὸς οὕτως, ὅτι ἄμφω συμβέβηκεν ἑτέρῳ τινί.
(아리스토텔레스, 형이상학, Book 4 92:1)
ἔστι δὲ καὶ τῶν συμβεβηκότων ἄλλα ἄλλων πορρώτερον καὶ ἐγγύτερον, οἱο῀ν εἰ ὁ λευκὸς καὶ ὁ μουσικὸς αἴτιος λέγοιτο τοῦ ἀνδριάντος, ἀλλὰ μὴ μόνον Πολύκλειτος ἢ ἄνθρωπος.
(아리스토텔레스, 형이상학, Book 5 28:2)
ἓν λέγεται τὸ μὲν κατὰ συμβεβηκὸς τὸ δὲ καθ αὑτό, κατὰ συμβεβηκὸς μὲν οἱο῀ν Κορίσκος καὶ τὸ μουσικόν, καὶ Κορίσκος μουσικός ταὐτὸ γὰρ εἰπεῖν Κορίσκος καὶ τὸ μουσικόν, καὶ Κορίσκος μουσικός, καὶ τὸ μουσικὸν καὶ τὸ δίκαιον, καὶ μουσικὸς <Κορίσκος> καὶ δίκαιος Κορίσκος:
(아리스토텔레스, 형이상학, Book 5 62:1)
ὁμοίως δὲ τρόπον τινὰ καὶ ὁ μουσικὸς Κορίσκος τῷ Κορίσκῳ ἓν ὅτι θάτερον τῶν μορίων θατέρῳ συμβέβηκε τῶν ἐν τῷ λόγῳ, οἱο῀ν τὸ μουσικὸν τῷ Κορίσκῳ:
(아리스토텔레스, 형이상학, Book 5 63:2)
καὶ ὁ μουσικὸς Κορίσκος δικαίῳ Κορίσκῳ ὅτι ἑκατέρου μέρος τῷ αὐτῷ ἑνὶ συμβέβηκεν ἕν.
(아리스토텔레스, 형이상학, Book 5 64:1)
ὡσαύτως δὲ κἂν ἐπὶ γένους κἂν ἐπὶ τῶν καθόλου τινὸς ὀνομάτων λέγηται τὸ συμβεβηκός, οἱο῀ν ὅτι ἄνθρωπος τὸ αὐτὸ καὶ μουσικὸς ἄνθρωπος:
(아리스토텔레스, 형이상학, Book 5 64:2)
ἔτι τὸ εἶναι σημαίνει καὶ τὸ ἔστιν ὅτι ἀληθές, τὸ δὲ μὴ εἶναι ὅτι οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος, ὁμοίως ἐπὶ καταφάσεως καὶ ἀποφάσεως, οἱο῀ν ὅτι ἔστι Σωκράτης μουσικός, ὅτι ἀληθὲς τοῦτο, ἢ ὅτι ἔστι Σωκράτης οὐ λευκός, ὅτι ἀληθές:
(아리스토텔레스, 형이상학, Book 5 98:1)
ταὐτὸ γὰρ δοκεῖ Σωκράτης καὶ Σωκράτης εἶναι μουσικός:
(아리스토텔레스, 형이상학, Book 5 112:2)
ἑκάστου δὲ λόγος ἔστι μὲν ὡς εἷς, ὁ τοῦ τί ἦν εἶναι, ἔστι δ ὡς πολλοί, ἐπεὶ ταὐτό πως αὐτὸ καὶ αὐτὸ πεπονθός, οἱο῀ν Σωκράτης καὶ Σωκράτης μουσικός ὁ δὲ ψευδὴς λόγος οὐθενός ἐστιν ἁπλῶς λόγος:
(아리스토텔레스, 형이상학, Book 5 260:2)
καὶ μουσικός γ ἄν τις εἰή λευκός:?
(아리스토텔레스, 형이상학, Book 5 268:2)

SEARCH

MENU NAVIGATION