- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὧν τὰς μὲν πλείστας παρήσω, δυοῖν δ ἢ τριῶν μόνον μνησθήσομαι.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1063)
περὶ δὲ τῶν ὁμοτρόπων τῶν Τιμάρχου, φεύγων τὰς ἀπεχθείας, ὧν ἥκιστά μοι μέλει μνησθήσομαι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 158 1:1)
πολλοὺς δ ὑπερβὰς ἑνὸς τῶν δεινὰ πεπονθότων μνησθήσομαι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1704)
ἵνα δὲ μὴ δοκῶ Λακεδαιμονίους θεραπεύειν, καὶ τῶν ἡμετέρων προγόνων μνησθήσομαι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1821)
ὧν οὐδενὸς ἐγὼ ὀνομαστὶ μνησθήσομαι, ἵνα μὴ ταύτην ἀρχὴν τοῦ λόγου ποιήσωνται, ὡς οὐκ ἂν παρῆλθον, εἰ μή τις αὐτῶν ὀνομαστὶ ἐμνήσθη.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1932)
ποῦ γὰρ ἢ πότε αὐτῶν ἢ πρὸς τίνας, παραλιπὼν τήνδε τὴν ἡμέραν, μνησθήσομαι·
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1673)
σπεύδων δ εἰπεῖν περὶ τῆς θαυμαστῆς συμμαχίας τῆς τῶν Θηβαίων, ἵν ἐφεξῆς λέγω, περὶ τῶν Εὐβοέων πρῶτον μνησθήσομαι.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 84 1:3)
δυοῖν δὲ κἀνταῦθα μνησθήσομαι:
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 100:17)
μνησθήσομαι δ εἰκόνος οὐ μυθώδους, ἀλλ ἀναγκαίας πιστεῦσαι.
(아리스티데스, 아일리오스, 연설, Προσφωνητικός Σμυρναϊκός 4:12)
ἐνθυμήθητε δὲ ὅσην φιλοτιμίαν ὑμῖν ἔχει τὰ ὑπὸ τῶν ποιητῶν εἰς ὑμᾶς εἰρημένα, ὧν ἐγὼ τοὺς λόγους ὑπερβὰς τῆς Ὁμήρου μόνης μαρτυρίας μνησθήσομαι.
(아리스티데스, 아일리오스, 연설, Ῥοδίοις περὶ ὁμονοίας 13:1)
μνησθήσομαι δ ὅσον εἰς τούτους ἀνήκει.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 150:8)
οὐ μόνος δ Ἀρίστιππος καὶ οἱ ἀπ αὐτοῦ τὴν κατὰ κίνησιν ἡδονὴν ἠσπάζοντο, ἀλλὰ καὶ Ἐπίκουρος καὶ οἱ ἀπὸ τούτου, καὶ ἵνα μὴ τοὺς καταιγισμοὺς λέγω καὶ τὰ ἐπεντρώματα,1 ἅπερ πολλάκις προφέρεται ὁ Ἐπίκουρος, καὶ τοὺς γαργαλισμοὺς καὶ τὰ νύγματα ἃ ἐν τῷ περὶ Τέλους εἴρηκεν, τούτων μνησθήσομαι.
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 671)
ἐπεὶ δὲ καὶ τῶν πολιτικῶν οἶδά τινας μνημονεύοντας αὐτῶν ἢ κατηγοροῦντας ἢ ἀπολογουμένους, μνησθήσομαι καὶ τούτων.
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 501)
κἀμοὶ μὲν τὰ καλὰ τῶν ἑταιρῶν ἀποφθέγματα πεπεράνθω μέχρι τούτων ἐπ ἄλλο δ εἶδος μεταβήσομαι λόγων, καὶ πρῶτον γε μνησθήσομαι τοῦ φιλαληθεστάτου Ἐπικούρου:
(아테나이오스, The Deipnosophists, Book 13, book 13, chapter 53 1:1)
πολλῶν οὖν πολλάκις ὄντων τῶν ἀκροαμάτων καὶ τῶν αὐτῶν οὐκ αἰεί, ἐπειδὴ πολλοὶ περὶ αὐτῶν ἐγίνοντο λόγοι, τὰ ὀνόματα τῶν εἰπόντων παραλιπὼν τῶν πραγμάτων μνησθήσομαι.?
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 71)

SEARCH

MENU NAVIGATION