- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἰ γὰρ μνησθείη τειχῶν ἐπισκευῆς ἢ πύργου, ἢ ὡς ἀπήγετό ποι τις, εὐθὺς ἐβοᾶτε καὶ ἐγελᾶτε, καὶ αὐτοὶ ἐλέγετε τὴν ἐπωνυμίαν τῶν ἔργων ὧν σύνιστε αὐτῷ.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 808)
διαπειλοῦντες δὲ τοῖς δημόταις θάνατον, εἰ περὶ παραδόσεως μνησθείη τις αὐτῶν, καὶ τοὺς παραφθεγγομένους εἰρήνην ἀποσφάττοντες, ἐπιτίθενται καὶ τοῖς εἰσελθοῦσι Ῥωμαίων, οἱ μὲν κατὰ τοὺς στενωποὺς ὑπαντιάσαντες, οἱ δ ἀπὸ τῶν οἰκιῶν, ἄλλοι δ ἔξω τοῦ τείχους κατὰ τὰς ἄνω προπηδήσαντες πύλας.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον ε. 382:1)
οἱ δὲ Ἀθηναῖοι, καίπερ ψηφισάμενοι θάνατον εἰ μνησθείη τις εἰρήνης καὶ διαλλαγῆς πρὸς Δημήτριον, εὐθὺς ἀνεῴγνυσαν τὰς ἐγγὺς πύλας καὶ πρέσβεις ἔπεμπον, οὐδὲν μὲν ἀπ ἐκείνου χρηστὸν προσδοκῶντες, ἐκβιαζομένης δὲ τῆς ἀπορίας, ἐν ᾗ δυσχερῶν πολλῶν συμπεσόντων λέγεταί τι καὶ τοιοῦτον γενέσθαι:
(플루타르코스, Demetrius, chapter 34 1:1)
καὶ ἀγαθοποιήσαι ὑμῖν ὁ Θεὸς καὶ μνησθείη τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν.
(70인역 성경, Liber Maccabees II 1:2)
μνησθείη πάσης θυσίας σου καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω. .
(70인역 성경, 시편 19:4)
τίς οὖν ἂν ἡμῖν Ἀστυάγει μνησθείη·
(크세노폰, Cyropaedia, Κύρου Παιδείας Α?, chapter 4 16:2)

SEARCH

MENU NAVIGATION