- 문장 내 검색

헬라어 문장 내 검색 Language

τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις, ἐμπειρίας δὲ μετέχει μικρόν:?
(아리스토텔레스, 형이상학, Book 1 7:1)
οἱ δὲ ἱερεῖς καὶ Λευῖται καὶ τῶν πατριῶν οἱ πρεσβύτεροι τὸν πρότερον [ναὸν] ταῖς μνήμαις ἀναπολοῦντες μέγιστόν τε καὶ πολυτελέστατον, καὶ τὸν γεγενημένον ὁρῶντες ὑπὸ πτωχείας ἐνδεέστερον τοῦ πάλαι κατασκευαζόμενον, ὅσον εἰε῀ν τῆς ἀρχαίας εὐδαιμονίας ὑποβεβηκότες καὶ τῆς ἀξίας τοῦ ναοῦ λογιζόμενοι κατήφουν, καὶ τῆς ἐπὶ τούτῳ λύπης κρατεῖν οὐ δυνάμενοι μέχρι θρήνων καὶ δακρύων προήγοντο.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 11 102:1)
κατὰ δ αὖ τοὺς ἑτέρους οὔτε τούτων οὐδὲν ὑπάρχει ταῖς φύσεσιν οὔτ ἔννοιά τίς ἐστι τῇ ψυχῇ σύμφυτος ἐξ ἀρχῆς οὐκ ἀκολουθίας οὐ μάχης, οὐ διαιρέσεως οὐ συνθέσεως, οὐ δικαίων οὐκ ἀδίκων, οὐ καλῶν οὐκ αἰσχρῶν, ἀλλ ἐξ αἰσθήσεώς τε καὶ δι αἰσθήσεως ἅπαντα τὰ τοιαῦθ ἡμῖν ἐγγίγνεσθαί φασι καὶ φαντασίαις τισὶ καὶ μνήμαις οἰακίζεσθαι τὰ ζῷα.
(갈레노스, On the Natural Faculties., ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΥΣΙΚΩΝ ΔΥΝΑΜΕΩΝ Α, section 1211)
ἐξ οὗ γὰρ τὸ συνεχὲς ταῖς μνήμαις ἐπὶ ταῖς Ὀλυμπιάσιν ἐστί, δρόμου μὲν ἆθλα ἐτέθη πρῶτον, καὶ Ἠλεῖος Κόροιβος ἐνίκα:
(파우사니아스, Description of Greece, Ἠλιακῶν Α, chapter 8 9:2)
δῆλον ὡς αὐτῆς μὲν τῆς πόλεως οὔσης τοῦ κύτους, τῶν δὲ φυλάκων τοὺς μὲν νέους οἱο῀ν ἐν ἄκρᾳ κορυφῇ, ἀπειλεγμένους τοὺς εὐφυεστάτους, ὀξύτητας ἐν πάσῃ τῇ ψυχῇ ἔχοντας, περὶ ὅλην κύκλῳ τὴν πόλιν ὁρᾶν, φρουροῦντας δὲ παραδιδόναι μὲν τὰς αἰσθήσεις ταῖς μνήμαις, τοῖς πρεσβυτέροις δὲ ἐξαγγέλους γίγνεσθαι πάντων τῶν κατὰ πόλιν, τοὺς δὲ νῷ ἀπῃκασμένους τῷ πολλὰ καὶ ἄξια λόγου διαφερόντως φρονεῖν, τοὺς γέροντας, βουλεύεσθαι, καὶ ὑπηρέταις χρωμένους μετὰ συμβουλίας τοῖς νέοις, οὕτω δὴ κοινῇ σῴζειν ἀμφοτέρους ὄντως τὴν πόλιν ὅλην.
(플라톤, Laws, book 12 162:1)
"αἱ δὲ τῶν ἐρωμένων εἰκόνες ὑπ αὐτῆς οἱο῀ν ἐν ἐγκαύμασι γραφόμεναι διὰ πυρὸς εἴδωλα ταῖς μνήμαις ἐναπολείπουσι κινούμενα καὶ ζῶντα καὶ φθεγγόμενα καὶ παραμένοντα τὸν ἄλλον χρόνον.
(플루타르코스, Amatorius, section 16 2:15)
καίτοι τῆς γε δόξης καὶ τοῦ εἶναι φύσιν εὐσεβῶν χῶρον τοῖσι λάμπει μὲν μένος ἀελίου τὰν ἐνθάδε νύκτα κάτω, φοινικορόδοις ἐνὶ λειμώνεσσι, καὶ τοῖσιν ἀκάρπων μὲν ἀνθηρῶν καὶ σκυθίων δένδρων ἄνθεσι τεθηλὸς ἀναπέπταται πεδίον καὶ ποταμοί τινες ἄκλυστοι καὶ λεῖοι διαρρέουσι, καὶ διατριβὰς ἔχουσιν ἐν μνήμαις καὶ λόγοις τῶν γεγονότων καὶ ὄντων παραπέμποντες αὑτοὺς καὶ συνόντες.
(플루타르코스, An Recte Dictum Sit Latenter Esse Vivendum, section 7 1:1)
ὀργάνοις τε μεταξὺ φαντασίαις τε καὶ μνήμαις χρώμενος, ὧν τὰ μὲν ἐν τῷ ταὐτῷ τὸ ἕτερον τὰ δ ἐν τῷ ἑτέρῳ ποιεῖ τὸ ταὐτόν.
(플루타르코스, Compendium libri de animae procreatione in Timaeo, section 5 10:2)
τὸ χαλεπώτατόν ἐστιν, ὅτι τὴν ψυχὴν ἑώλόν τε ποιεῖ ταῖς μνήμαις τῶν ἐκεῖ καὶ λιπαρῆ περὶ ταῦτα καὶ κάμπτει καὶ πιέζει, τὸν σχηματισμόν, ὃν ἔσχεν ὑπὸ τοῦ σώματος ἐν τῷ πεπονθέναι, διαφυλάττουσαν.
(플루타르코스, Consolatio ad uxorem, section 10 5:1)
μνήμαις χρώμενος, ὧν τὰ μὲν ἐν τῷ ταὐτῷ τὸ ἕτερον τὰ δ ἐν τῷ ἑτέρῳ ποιεῖ τὸ ταὐτόν.
(플루타르코스, De animae procreatione in Timaeo, section 24 13:1)
ὁ γὰρ σοφὸς αὐτοῖς καὶ φρόνιμος ἐν πολλαῖς καταλήψεσι καὶ μνήμαις καταλήψεων γεγονὼς ὀλίγας πρὸς αὑτὸν ἡγεῖται τῶν τ ἄλλων οὐ πεφροντικὼς οὐδ ἔλαττον ἔχειν οῦδὲ πλέον οἰέται, μνημονεύων ὅτι πέρυσι κατάληψιν ἔλαβε πταρνυμένου Δίωνος ἢ σφαιρίζοντος Θέωνος.
(플루타르코스, De communibus notitiis adversus Stoicos, section 7 3:3)
"παγγέλοιον γάρ ἐστιν, ὦ ἑταῖρε, τὸν Ἀπόλλωνα κτείναντα θηρίον φεύγειν ἐπὶ πέρατα τῆς Ἑλλάδος ἁγνισμοῦ δεόμενον, εἶτ ἐκεῖ χοάς τινας χεῖσθαι καὶ δρᾶν ἃ δρῶσιν ἄνθρωποι μηνίματα δαιμόνων ἀφοσιούμενοι καὶ πραϋ´νοντες, οὓς ἀλάστορας καὶ παλαμναίους ὀνομάζουσιν, ὡς ἀλήστων τινῶν καὶ παλαιῶν μιασμάτων μνήμαις ἐπεξιόντας.
(플루타르코스, De defectu oraculorum, section 15 4:6)
οἱ δ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι Δίυλλοι Φιλόχορος Φύλαρχος, ἀλλοτρίων γεγόνασιν ἔργων ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵν ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν.
(플루타르코스, De gloria Atheniensium, section 1 2:2)
οἱ δ ἄλλοι πάντες ἱστορικοί, Κλεινόδημοι Δίυλοι Φιλόχορος Φύλαρχος, ἀλλοτρίων γεγόνασιν ἔργων ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵν ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν.?
(플루타르코스, De gloria Atheniensium, section 1 6:1)

SEARCH

MENU NAVIGATION