- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ τὴν παράδοσιν μικτὴν ἐποίουν.?
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 40:8)
πολιτείαν δ ἀρίστην τὴν μικτὴν ἔκ τε δημοκρατίας καὶ βασιλείας καὶ ἀριστοκρατίας.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 131:3)
καὶ τὸ μὴ μίαν εἶναι τὴν διοικοῦσαν τὰ κοινὰ πολιτείαν ἄκρατον μήτε μοναρχίαν μήτ ὀλιγαρχίαν μήτε δημοκρατίαν, ἀλλὰ τὴν μικτὴν ἐξ ἁπασῶν τούτων κατάστασιν, τοῦτο ὑπὲρ ἅπαντα ἡμᾶς ὠφελήσει.
(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 55 4:1)
ὅθεν οἳ μὲν τὴν εὐσταθῆ καὶ βαρεῖαν καὶ αὐστηρὰν καὶ φιλάρχαιον καὶ σεμνὴν καὶ φεύγουσαν ἅπαν τὸ κομψὸν ἐπιτηδεύουσιν ἁρμονίαν, οἳ δὲ τὴν γλαφυρὰν καὶ λιγυρὰν καὶ θεατρικὴν καὶ πολὺ τὸ κομψὸν καὶ μαλακὸν ἐπιφαίνουσαν, ᾗ πανηγύρεις τε κηλοῦνται καὶ ὁ συμφορητὸς ὄχλος, οἳ δὲ συνθέντες ἀφ ἑκατέρας τὰ χρησιμώτατα τὴν μικτὴν καὶ μέσην ἐζήλωσαν ἀγωγήν.
(디오니시오스, De Demosthene, chapter 36 2:2)
τῆς δὲ τρίτης ἁρμονίας, ἣν ἔφην μικτὴν ἐξ ἀμφοῖν εἶναι τὰ χρησιμώτατα ἐκλέγουσαν ἀφ ἑκατέρας, οὐδείς ἐστι χαρακτὴρ ἴδιος, ἀλλ ὡς ἂν οἱ μετιόντες αὐτὴν προαιρέσεως ἔχωσιν ἢ δυνάμεως τὰ μὲν φυγεῖν, τὰ δὲ λαβεῖν, οὕτως κίρνανται καθάπερ ἐν τῇ ζωγραφίᾳ τὰ μίγματα.
(디오니시오스, De Demosthene, chapter 411)
ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵν, ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν ὁ Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ χάνῃ μοι ταῦτα λέγων:
(디오니시오스, De Demosthene, chapter 426)
οὐ μόνον δὲ αἱ τῶν ὀνομάτων συζυγίαι τὴν μικτὴν ἁρμονίαν λαμβάνουσι παρ αὐτῷ καὶ μέσην, ἀλλὰ καὶ αἱ τῶν κώλων κατασκευαί τε καὶ συνθέσεις καὶ τὰ τῶν περιόδων μήκη τε καὶ σχήματα καὶ οἱ περιλαμβάνοντες αὐτάς τε καὶ τὰ κῶλα ῥυθμοί.
(디오니시오스, De Demosthene, chapter 43 4:6)
ἐπειδὴ κρατίστην μὲν ἔφην εἶναι τὴν μικτὴν σύνθεσιν, ταύτῃ δὲ κεχρῆσθαί φημι τὸν Δημοσθένην ἁπάντων μετριώτατα τῶν ἄλλων, ἐπιτάσεις δὲ καὶ ἀνέσεις ἀξιολόγους ἐν αὐτῇ ποιεῖσθαι, τοτὲ μὲν ἀξιωματικωτέραν, τοτὲ δ εὐπρεπεστέραν ποιοῦντα τὴν ἀγωγήν, τί δή ποτε βουλόμενος οὐ πορεύεται μίαν αἰεὶ καὶ τὴν αὐτὴν ὁδόν·
(디오니시오스, De Demosthene, chapter 442)
ταύτην μέντοι κρατίστην τε ἀρετὴν καὶ χαρακτηρικωτάτην τῆς Λυσίου λέξεως ἔγωγε τίθεμαι, εἴτε φύσεως αὐτὴν δεῖ καλεῖν εὐτυχίαν εἴτε πόνου καὶ τέχνης ἐργασίαν εἴτε μικτὴν ἐξ ἀμφοῖν ἕξιν ἢ δύναμιν, ᾗ πάντας ὑπερέχει τοὺς λοιποὺς ῥήτορας.
(디오니시오스, chapter 11 3:1)
ὡς τῶν δαιμόνων μικτὴν καὶ ἀνώμαλον φύσιν ἐχόντων καὶ προαίρεσιν.
(플루타르코스, De Iside et Osiride, section 26 4:1)
καὶ τοτὲ μὲν κάτω τοτὲ δ ἄνω ῥεπούσας μικτήν τινα φέρεσθαι καὶ τεταραγμένην κίνησιν καὶ πολλῷ πάνυ χρόνῳ καὶ μόλις ἀποκαθισταμένην.
(플루타르코스, De sera numinis vindicta, section 22 15:1)
"ὅσα δὲ σιτεύουσι καθείρξαντες, ἐπισφαλῆ πρὸς τὰς νόσους ἐστὶ καὶ ῥᾳδίως ταῖς ὠμότησιν ἁλίσκεται διὰ τὸ μικτήν τινα καὶ συνηδυσμένην τροφὴν προσφέρεσθαι.
(플루타르코스, Quaestiones Convivales, book 4, Εἰ ἡ ποικίλη τροφὴ τῆς ἁπλῆς εὐπεπτοτέρα. 9:3)
οἱ Στωικοὶ μικτὴν ἐκ πυρὸς καὶ ἀέρος Πλάτων ἐκ πλείονος τοῦ πυρώδους.
(위 플루타르코스, Placita Philosophorum, book 2, Περὶ οὐσίας σελήνης. 2:1)
ἔπειτα τοῦ ἐσχάτου Ταρκυνίου μοχθηρῶς ἄρχοντος, τὸν μὲν ἐξέβαλον πολιτείαν δὲ συνεστήσαντο μικτὴν ἔκ τε μοναρχίας καὶ ἀριστοκρατίας, κοινωνοῖς δ ἐχρήσαντο Σαβίνοις τε καὶ Λατίνοις:?
(스트라본, 지리학, Book 6, chapter 4 4:2)

SEARCH

MENU NAVIGATION