- 문장 내 검색

헬라어 문장 내 검색 Language

" ἔφη Κῦρον τὸν Πέρσην νομίσας οὖν ὀρθῶς αὐτὸν ὑπωπτευκέναι καὶ μεταπεμπόμενος οὐδὲν ὤνησεν.?
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 33 4:4)
ἀναλαβὼν δὲ τοὺς στρατιώτας ἐκ τῆς κακοπαθίας διεπέμπετο πρός τε τοὺς σατράπας καὶ στρατηγοὺς τοὺς ἐν ταῖς ἄνω σατραπείαις, μεταπεμπόμενος στρατιώτας τε καὶ χρήματα.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 18, chapter 73 4:2)
ὡς δ αὐτῷ πάντ ἦν εὐτρεπῆ, τοῖς μὲν στρατιώταις παρήγγειλεν ἀπαντᾶν ἅμ ἡμέρᾳ εἰς τὸ Τιμολεόντιον, αὐτὸς δὲ μεταπεμπόμενος τοὺς περὶ Πείσαρχον καὶ Διοκλέα, τοὺς δοκοῦντας προεστάναι τῆς τῶν ἑξακοσίων ἑταιρίας, ὡς περί τινων κοινῇ συμφερόντων διαλεξόμενος, ἐπειδὴ παρεγένοντο παραλαβόντες τῶν φίλων εἰς τεσσαράκοντα, προσποιηθεὶς ἑαυτὸν ἐπιβουλεύεσθαι συνελάμβανεν ἅπαντας καὶ κατηγόρησε μὲν αὐτῶν ἐν τοῖς στρατιώταις, φήσας ὑπὸ τῶν ἑξακοσίων ἁρπάζεσθαι διὰ τὴν πρὸς τὸν δῆμον εὔνοιαν, καὶ κατωδύρετο τὴν περὶ αὐτὸν τύχην.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 6 4:1)
ἦν δὲ καὶ λείας παντοδαπῆς πλῆθος, ἣν μεταπεμπόμενος Πευκέστης παρὰ τῶν ἐγχωρίων διεδίδου δαψιλῆ τοῖς στρατιώταις, ἐκκαλούμενος αὐτῶν τὴν εὔνοιαν.
(디오도로스 시켈로스, Bibliotheca Historica, Books XVIII-XX, book 19, chapter 21 3:2)
τοῦτο δὲ πράξας συνέφυγεν εἰς τὴν ἀκρόπολιν, καὶ διενυκτέρευσε πυρὰ καίων καὶ τοὺς γνωριμωτάτους τῶν στρατιωτῶν μεταπεμπόμενος.
(디오도로스 시켈로스, Library, book xiii, chapter 93 18:2)
ὁ δὲ σὺν αὐτῷ τεταγμένος ἐπὶ τῆς πόλεως Σπόριος Ὄππιος, διαταραχθεὶς κατ ἀρχὰς καὶ αὐτός, ὡς αὐτίκα μάλα τῶν ἐχθρῶν σφίσιν ἐπιθησομένων καὶ ἐπὶ τούτῳ ἡκόντων, ἐπειδὴ κατέμαθεν οὐδὲν νεωτερίσαντας αὐτούς, ὑφέμενος τοῦ δέους ἐκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ἐκ τῶν οἰκιῶν κατ ἄνδρα μεταπεμπόμενος.
(디오니시오스, Antiquitates Romanae, Books X-XX, book 11, chapter 44 5:2)
Ἐλθόντων δὲ πρὸς αὐτὸν Ζωίλου τε καὶ τῶν Γαζαίων καὶ δεομένων συμμαχεῖν αὐτοῖς πορθουμένης αὐτοῖς τῆς χώρας ὑπὸ τῶν Ιοὐδαίων καὶ Ἀλεξάνδρου, λύει μὲν τὴν πολιορκίαν δείσας τὸν Πτολεμαῖον ὁ Ἀλέξανδρος, ἀπαγαγὼν δὲ τὴν στρατιὰν εἰς τὴν οἰκείαν ἐστρατήγει τὸ λοιπὸν λάθρα μὲν τὴν Κλεοπάτραν ἐπὶ τὸν Πτολεμαῖον μεταπεμπόμενος, φανερῶς δὲ φιλίαν καὶ συμμαχίαν πρὸς αὐτὸν ὑποκρινόμενος.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 13 412:1)
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀντώνιος μὲν διέτριβεν ἐν Ἀθήναις, κατὰ δὲ Συρίαν Οὐεντίδιος Σίλωνα μεταπεμπόμενος ἐπὶ τοὺς Πάρθους ἐπέστελλεν πρῶτον μὲν Ἡρώδῃ συλλαμβάνεσθαι τοῦ πολέμου, ἔπειτα δὲ καὶ ἐπὶ τὸν σφέτερον καλεῖν τοὺς συμμάχους.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 14 533:1)
ὡς δὲ τῶν ἐμποδιζόντων ὁ μὲν εἰς Ἀντιόχειαν ἀπῆρεν, Ἀρχέλαος δὲ εἰς Ῥώμην ἀνήχθη, διὰ τάχους ἐπὶ Ιἑροσολύμων ὁρμήσας παραλαμβάνει τὰ βασίλεια καὶ μεταπεμπόμενος τούς τε φρουράρχους καὶ διοικητὰς ἐπειρᾶτο διερευνᾶν τοὺς τῶν χρημάτων ἀναλογισμοὺς τάς τε ἄκρας παραλαμβάνειν.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους λόγος β. 25:1)
Δαρεῖος δὲ ἀρρωδήσας μὴ κοινῷ λόγῳ οἱ ἓξ πεποιηκότες ἐώσι ταῦτα, μεταπεμπόμενος ἕνα ἕκαστον ἀπεπειρᾶτο γνώμης, εἰ συνέπαινοι εἰσὶ τῷ πεποιημένῳ.
(헤로도토스, The Histories, book 3, chapter 119 2:2)
Μαιάνδριος δὲ νόῳ λαβὼν ὡς εἰ μετήσει τὴν ἀρχήν, ἄλλος τις ἀντ αὐτοῦ τύραννος καταστήσεται, οὐδὲν ἔτι ἐν νόῳ εἶχε μετιέναι αὐτήν, ἀλλ ὡς ἀνεχώρησε ἐς τὴν ἀκρόπολιν, μεταπεμπόμενος ἕνα ἕκαστον ὡς δὴ λόγον τῶν χρημάτων δώσων, συνέλαβε σφέας καὶ κατέδησε.
(헤로도토스, The Histories, book 3, chapter 143 2:2)
ὁ βασιλεὺς δὲ περὶ Κτησιφῶντα διατρίβων ἤκουσε τὴν ἔφοδον, εἶτα εἰς Σελεύκειαν παρελθὼν παρασκευάζεται ἱππέας τε ὅτι πλείστους μεταπεμπόμενος καὶ τοξότας καὶ σφενδονήτας.
(루키아노스, Λυκῖνος, Τιμόλαος, Σάμιππος, Ἀδείμαντος 58:2)
διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῷ.
(πράξεις ἀποστόλων, chapter 19 222:2)
φαμένων δὲ καὶ τούτων εἶναι τὰ ἱερὰ αἴσια, οὕτω παρεσκευάζετο ἐς τὸν οἰκισμόν, λίθους τε ἄγεσθαι κελεύων καὶ ἄνδρας μεταπεμπόμενος, οἷς τέχνη στενωποὺς κατατέμνεσθαι καὶ οἰκίας καὶ ἱερὰ οἰκοδομεῖσθαι καὶ τείχη περιβάλλεσθαι.
(파우사니아스, Description of Greece, Μεσσηνιακά, chapter 27 8:3)
ἐπεὶ δὲ φεύγων καὶ πλανώμενος ἐκεῖνον ὑπ ἀνάγκης ἔθετο τῶν ἐλπίδων τελευταῖαν καὶ κατῆρε πρὸς αὐτόν, αἰσχύνῃ μᾶλλον ὡς ἱκέτην ἣ δι εὔνοιαν ὑποδεξάμενος διὰ χειρὸς εἶχε, φανερῶς μὲν ὑπὲρ αὐτοῦ παραιτούμενος Μάριον καὶ γράφων ὡς οὐκ ἂν ἐκδῴη καὶ παρρησιαζόμενος, κρύφα δὲ βουλεύων προδοσίαν ἐπ αὐτῷ, καὶ μεταπεμπόμενος Λεύκιον Σύλλαν, ταμίαν μὲν ὄντα Μαρίου, χρήσιμον δὲ τῷ Βόκχῳ γεγενημένον ἐπὶ στρατείας.?
(플루타르코스, Caius Marius, chapter 10 3:1)

SEARCH

MENU NAVIGATION