- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐκεῖνοι μέν γε ᾐσχύνοντο ἔξω τὴν χεῖρα ἔχοντες λέγειν, οὑτοσὶ δὲ οὐ πάλαι, ἀλλὰ πρώην ποτὲ ῥίψας θοἰμάτιον γυμνὸς ἐπαγκρατίαζεν ἐν τῇ ἐκκλησίᾳ, οὕτω κακῶς καὶ αἰσχρῶς διακείμενος τὸ σῶμα ὑπὸ μέθης καὶ βδελυρίας, ὥστε τούς γε εὖ φρονοῦντας ἐγκαλύψασθαι, αἰσχυνθέντας ὑπὲρ τῆς πόλεως, εἰ τοιούτοις συμβούλοις χρώμεθα.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 262)
κατασχεθεὶς δὲ ὑπὸ μέθης ἐκοιμήθη.
(아폴로도로스, Library and Epitome, book E, chapter 7 6:4)
λέγεται δ ἐν τοῖς Γόμφοις γενέσθαι παθήματα γενναῖα καὶ νεκροὺς τῶν ἐπιφανῶν γερόντων ἐν ἰατρείῳ φανῆναι, κυλίκων αὐτοῖς παρακειμένων ἀτρώτοις, εἴκοσι μὲν ὡς ἐκ μέθης κατακεκλιμένους ἐπὶ τὸ ἔδαφος, ἕνα δ ἐπὶ θρόνου παρακαθεζόμενον οἱᾶ ἰατρόν, ὃς τὸ φάρμακον αὐτοῖς ἄρα παρέσχε.
(아피아노스, The Civil Wars, book 2, chapter 10 2:7)
ἀναλύοντα δὲ αὐτὸν ἐκ μέθης στρατιῶταί τι προσκρούσαντες ἔκτειναν, οἳ καὶ τὸν πατέρα ἀνῃρήκεσαν.
(아피아노스, The Civil Wars, book 4, chapter 4 2:3)
τά τε σώματα αὐτοῖς μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ σαρκῶν ὑγρῶν μεστὰ ὑπὸ τῆς ἀδηφαγίας καὶ μέθης ἐς ὄγκον καὶ βάρος ἐξεχεῖτο, καὶ πρὸς δρόμους καὶ πόνους ἀδύνατα πάμπαν ἐγίγνετο:
(아피아노스, The Foreign Wars, chapter 5:29)
ἀλλ Ἐρέννιος μὲν ἐψεύσατο τοῖς ἐπιτρίβουσιν ἐς τὸν πόλεμον ὑμᾶς πρόφασιν εὐσχήμονα διδούς, Εὐμένης δ ὑπ ἔχθρας τε καὶ φθόνου καὶ δέους οὐδὲ ταῦτ ὤκνησεν ἐγκαλέσαι Περσεῖ, ὅτι πολλοῖς ἔθνεσι κεχαρισμένος καὶ φιλέλλην, καὶ σωφρόνως ἀντὶ μέθης καὶ τρυφῆς ἄρχει.
(아피아노스, The Foreign Wars, chapter 15:5)
ἄλλον δὲ ἰδεῖν ἔχιν εἰς πίθον γλεύκεος ἑρπύσαντα, πιόντα τε τοῦ γλεύκεος εἰς κόρον ἀποβλύσαι, πολλὸν δὲ καὶ τοῦ ἰοῦ συνεκχεῖν τῷ γλεύκεϊ · ἐπεὶ δὲ ἀπεπνίγη τὸ θηρίον ἐν τῷ γλεύκεϊ, χανδὸν καὶ πολλὸν τοῦ γλεύκεος πιεῖν τὸν ἄνθρωπον, ἀπαλλαγὴν τοῦ βίου καὶ τοῦ πάθεος διζήμενον· ὡς δὲ ἐς κόρον ἧκε καὶ μέθην, ἔκειτο μὲν χαμαὶ τὰ πρῶτα ὅκως ἀποθνήσκων · ἐπεὶ δὲ ἐκ τοῦ κάρου καὶ τῆς μέθης ἐξήγρετ ο, περιερρύησαν μὲν τὰ πρῶτα αἱ κόμαι, ἔτι δὲ δάκτυλοίτε καὶ ὄνυχες· ἑξῆς δὲ περιτετήκεισαν πάντα.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΧΡΟΝΙΩΝ ΠΑΘΩΝ, Κεφ. ιγ. Περὶ Ἐλέφαντος.394)
καὶ μὴ μεθῇς τὸν ἄνδρ, ἐπειδή σοι λαβὴν δέδωκεν:
(아리스토텔레스, Agon, Αντικατακελευσμος1)
τοὺς δὲ νεωτέρους οὔτ ἰάμβων οὔτε κωμῳδίας θεατὰς ἐατέον, πρὶν ἢ τὴν ἡλικίαν λάβωσιν ἐν ᾗ καὶ κατακλίσεως ὑπάρξει κοινωνεῖν ἤδη καὶ μέθης, καὶ τῆς ἀπὸ τῶν τοιούτων γιγνομένης βλάβης ἀπαθεῖς ἡ παιδεία ποιήσει πάντως.
(아리스토텔레스, 정치학, Book 7 315:1)
οὔτε γὰρ τίνα ἔχει δύναμιν ῥᾴδιον περὶ αὐτῆς διελεῖν, οὔτε τίνος δεῖ χάριν μετέχειν αὐτῆς, πότερον παιδιᾶς ἕνεκα καὶ ἀναπαύσεως, καθάπερ ὕπνου καὶ μέθης ταῦτα γὰρ καθ αὑτὰ μὲν οὐδὲ τῶν σπουδαίων, ἀλλ ἡδέα, καὶ ἀναπαύει μέριμναν, ὥς φησιν Εὐριπίδης:
(아리스토텔레스, 정치학, Book 8 49:2)
διὸ καλῶς ἐπιτιμῶσι καὶ τοῦτο Σωκράτει τῶν περὶ τὴν μουσικήν τινες, ὅτι τὰς ἀνειμένας ἁρμονίας ἀποδοκιμάσειεν εἰς τὴν παιδίαν, ὡς μεθυστικὰς λαμβάνων αὐτάς, οὐ κατὰ τὴν τῆς μέθης δύναμιν, βακχευτικὸν γὰρ ἥ γε μέθη ποιεῖ μᾶλλον, ἀλλ ἀπειρηκυίας.
(아리스토텔레스, 정치학, Book 8 126:2)
τῆς μέθης δὲ κατατρέχων ὁ ποιητὴς τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώματος διὰ ταύτην ἀπολλύμενον παρίστησι καὶ Εὐρυτίωνα τὸν Κένταυρον τούς τε παρὰ Κίρκῃ λέοντας ποιεῖ καὶ λύκους ταῖς ἡδοναῖς ἐπακολουθήσαντας.
(아테나이오스, The Deipnosophists, book 1, chapter 18 1:3)
"μέθης ἐκπώματι.
(아테나이오스, The Deipnosophists, book 1, chapter 56 2:3)
οὐκ ἔστιν, ὡς ἐοίκε, φάρμακον μέθης οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω λύπην τιν.
(아테나이오스, The Deipnosophists, book 1, chapter 62 2:5)
Τίμαιος δὲ ὁ Ταυρομενίτης ἐν Ἀκράγαντι οἰκίαν τινά φησι καλεῖσθαι τριήρη ἐξ αἰτίας τοιαύτης, νεανίσκους τινὰς ἐν αὐτῇ μεθυσκομένους ἐς τοσοῦτον ἐλθεῖν μανίας ἐκθερμανθέντας ὑπὸ τῆς μέθης ὡς νομίζειν μὲν ἐπὶ τριήρους πλεῖν, χειμάζεσθαι δὲ χαλεπῶς κατὰ τὴν θάλασσαν καὶ τοσοῦτον ἔκφρονας γενέσθαι ὡς τὰ ἀπὸ τῆς οἰκίας πάντα σκεύη καὶ στρώματα ῥίπτειν ὡς ἐπὶ τὴν θάλασσαν, τὴν ναῦν διὰ τὸν χειμῶνα ἀποφορτίζεσθαι δόξαν αὐτοῖς λέγειν τὸν κυβερνήτην.?
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 51)

SEARCH

MENU NAVIGATION