- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἀλλ ὡς ἀληθῶς ὥσπερ οἱ θεομάντεις οἱ τοῖς τῶν πραγμάτων ἐπωνύμοις τετελεσμένοι παρ αὐτῶν τῶν θεῶν ἔχω τὸ μάθημα, ὑφ ὧν ἃ μηδεὶς ἰατρῶν μήτε οἶδεν ὅ τι χρὴ προσειπεῖν, οὐχ ὅπως ἰάσασθαι, μήτ εἶδεν ἐν ἀνθρώπου φύσει συμβάντα, ἄλλοτ ἄλλαις παραμυθίαις τε καὶ συμβουλαῖς ἐκ τοῦ θεοῦ διαφεύγων ζῶ παρὰ πᾶν τὸ ἐκ τῶν παρόντων εἰκός.?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 17:6)
"καὶ δὴ καὶ ἐγὼ οὐδὲν μάθημα ἐπιστάμενος ὃ διδάξας ἄνθρωπον ὠφελήσαιμ ἂν, ὅμως ᾤμην ξυνὼν ἂν ἐκείνῳ διὰ τὸ ἐρᾶν βελτίω ποιῆσαι.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα περὶ ῥητορικῆς 19:6)
ἀλλ ὥσπερ ἂν ἄλλο τι μάθημα διδάσκων αὐτοὺς, κατὰ ταὐτὰ ἃ καὶ πρότερον διεξῄει, καὶ οὐ διέφθειρε τὰ δόγματα ἐπὶ τῶν κινδύνων, οὐδ ἐπὶ τῆς ἐξουσίας ἐφιλοσόφησε μόνον, ἀλλ ὡς περὶ ἀριθμῶν ἢ μέτρων ἐρωτηθεὶς ταυτὸν ἂν ἀπεκρίνατο καὶ ὕστερον καὶ πρότερον, οὕτω καὶ τότε τὰς αὐτὰς ἠφίει φωνὰς ὑπὲρ τῶν ὅλων πραγμάτων, οὔτε τοῖς δεινοῖς εἴκειν ἀξιῶν οὔθ αὑτῷ μέμφεσθαι, αἰσχύνεσθαί τε ὑπὲρ αὑτῶν ἑτέρων ἅμα τοῖς καιροῖς γεγονότων.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 24:2)
τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.
(아리스토파네스, Birds, Agon, antepirrheme28)
ἁλόντος δὲ ἐφομαρτείτω τις σπουδῇ, πρὶν ἐμφορηθῆναι τοῦ αἵματος τὴν κύνα, οὐχ ὅτι δὴ τὰ κρέα ἄρα περὶ πολλοῦ ποιητέον ἀνδρὶ ἐς κάλλος κυνηγετοῦντι, ἀλλ᾿ ὅτι πονηρὸν μάθημα κυνὶ γενναίᾳ, λαγὼ ἐσθίειν.
(아리아노스, Cynegeticus, chapter 25 9:1)
ἀλλὰ τοῦτό ἐστιν, ὡς ἐοίκε, πολλοῦ ἄξιον μάθημα καὶ δίδαγμα, τὸ τὴν ψυχὴν ἐθίζειν ἕπεσθαι τῷ λόγῳ καὶ μὴ ἐπ᾿ ἄλλ᾿ ἄττα τρέπεσθαι ἢ τά τε προκείμενα καὶ δοκοῦντα ὀρθῶς ἔχειν:
(디오, 크리소토모스, 연설 (2), ΠΕΡΙ ΑΝΑΧΩΡΗΣΕΩΣ. 23:3)
ἂν γὰρ παρῇς τῷ διδασκομένῳ, φανεῖταί σοι πάντων ἀτερπέστατον τὸ μάθημα, τὰ μέντοι ἀπὸ τῆς μουσικῆς ἡδέα καὶ ἐπιτερπῆ τοῖς ἰδιώταις ἀκούειν.
(에픽테토스, Works, book 2, Πρὸς Νάσωνα. 6:2)
μανθανέτωσαν δὲ καὶ οἱ παῖδες πρῶτον τοὺς νόμους μάθημα κάλλιστον καὶ τῆς εὐδαιμονίας αἴτιον.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 270:1)
Ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους‧ πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησανδιὰ ταύτην τὴν ξυμφορὴν, τἄλλα πάντα ἀξιόχρεοι ἐόντες‧ πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο, καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορήν‧ ἅμα δὲ ἐπάξιον καὶ διὰ τοῦτο, ὅτι οὐδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲ ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 11.1)
Καὶ μάλα πολλοῦ ἄξιον τοῦτο τὸ μάθημα, εἴ πέρ τι καὶ ἄλλο.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 31.5)
ἐπεὶ πόθεν ἂν ἐγὼ νομὰς καὶ πλάνης ἄνθρωπος, ἐφ ἁμάξης βεβιωκώς, ἄλλοτε ἄλλην γῆν ἀμείβων, πόλιν δὲ οὔτε οἰκήσας πώποτε οὔτε ἄλλοτε ἢ νῦν ἑωρακώς, περὶ πολιτείας διεξίοιμι καὶ διδάσκοιμι αὐτόχθονας ἄνδρας πόλιν ταύτην ἀρχαιοτάτην τοσούτοις ἤδη χρόνοις ἐν εὐνομίᾳ κατῳκηκότας, καὶ μάλιστα σέ,^ ὦ Σόλων, ᾧ τοῦτο ἐξ ἀρχῆς καὶ μάθημα, ὡς φασίν, ἐγένετο, ἐπίστασθαι ὅπως ἂν ἄριστα πόλις οἰκοῖτο καὶ οἷστισιν νόμοις χρωμένη εὐδαιμονήσειε ·
(루키아노스, Anacharsis, (no name) 18:2)
^ καὶ ἅ γε μετ ἀλλήλων ἢ ὑπὲρ ἀλλήλων ἔπαθον ἀναγράψαντες οἱ πρόγονοι ἡμῶν ἐπὶ στήλης χαλκῆς ἀνέθεσαν εἰς τὸ Ὀρέστειον, καὶ νόμον ἐποιήσαντο πρῶτον τοῦτο μάθημα καὶ παίδευμα τοῖς παισὶ τοῖς σφετέροις εἶναι τὴν στήλην ταύτην καὶ τὰ ἐπ αὐτῆς γεγραμμένα διαμνημονεῦσαι.
(루키아노스, Toxaris vel amicitia, (no name) 5:3)
Ὅμηρος δὲ ἀφίκετο μὲν ἐς Δελφοὺς ἐρησόμενος ὁπόσα καὶ ἐδεῖτο, ἔμελλε δὲ αὐτῷ καὶ κιθαρίζειν διδαχθέντι ἀχρεῖον τὸ μάθημα ὑπὸ τῶν ὀφθαλμῶν τῆς συμφορᾶς γενήσεσθαι.
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 7 6:3)
τῷ δὲ ἄρα τὸ μάθημα καὶ νίκας ἔμελλεν ἐπιφανεῖς οὕτω παρασκευάσειν.
(파우사니아스, Description of Greece, Ἠλιακῶν Β, chapter 3 18:2)
γυναικεῖον γὰρ τοῦτό γε μάθημα.
(플라톤, Alcibiades 1, Alcibiades 2, Hipparchus, Lovers, Theages, Charmides, Laches, Lysis, Ἀλκιβιάδης α? 143:3)

SEARCH

MENU NAVIGATION