- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἐπιπολαζούσης δὲ ὑπονοίας ἔτι, ὡς παρασπόνδως ὁ πόλεμος ὅδε γίγνοιτο, τὴν ὑπόνοιαν ὁ Καῖσαρ ἐκλύων ἐπέστελλε τῇ πόλει καὶ τὸν στρατὸν αὐτὸς ἐδίδασκεν, ὅτι τὰς σπονδὰς ὁ Πομπήιος λῃστεύων τὴν θάλασσαν ἀναλύσειε καὶ τοῦθ οἱ λῃσταὶ κατείποιεν αὐτοῦ, κατείποι δὲ καὶ Μηνόδωρος τὴν ὅλην γνώμην, μάθοι δὲ καὶ Ἀντώνιος καὶ διὰ τοῦτο Πελοπόννησον οὐ δοίη.?
(아피아노스, The Civil Wars, book 5, chapter 9 4:7)
καὶ ἐς Σινώπην αὐτὸν οἱ λῃσταὶ διέσωσαν.
(아피아노스, The Foreign Wars, chapter 11 7:4)
Μιθριδάτης ὅτε πρῶτον Ῥωμαίοις ἐπολέμει καὶ τῆς Ἀσίας ἐκράτει, Σύλλα περὶ τὴν Ἑλλάδα πονουμένου, ἡγούμενος οὐκ ἐς πολὺ καθέξειν τῆς Ἀσίας, τά τε ἄλλα, ὥς μοι προείρηται, πάντα ἐλυμαίνετο, καὶ ἐς τὴν θάλασσαν πειρατὰς καθῆκεν, οἳ τὸ μὲν πρῶτον ὀλίγοις σκάφεσι καὶ μικροῖς οἱᾶ λῃσταὶ περιπλέοντες ἐλύπουν, ὡς δὲ ὁ πόλεμος ἐμηκύνετο, πλέονες ἐγίγνοντο καὶ ναυσὶ μεγάλαις ἐπέπλεον.
(아피아노스, The Foreign Wars, chapter 14 2:1)
ἀλλ οὐδὲ Σερουίλιος Ἰσαυρικὸς ἐπὶ τῷ Μουρήνᾳ, ἀλλ ἤδη καὶ τῆς γῆς τῆς Ἰταλικῆς τοῖς παραλίοις, ἀμφί τε τὸ Βρεντέσιον καὶ τὴν Τυρρηνίαν, ἐπέβαινον οἱ λῃσταὶ σὺν καταφρονήσει, καὶ γύναια παροδεύοντα τῶν εὐπατριδῶν καὶ δύο στρατηγοὺς αὐτοῖς σημείοις συνηρπάκεσαν.
(아피아노스, The Foreign Wars, chapter 14 2:17)
λῃσταὶ δ ἀνῃρέθησαν ἐν ταῖς μάχαις ἀμφὶ τοὺς μυρίους.
(아피아노스, The Foreign Wars, chapter 14 5:10)
τὸ γὰρ κλέος αὐτοῦ καὶ τὴν παρασκευὴν οἱ λῃσταὶ καταπλαγέντες, καὶ ἐλπίσαντες, εἰ μὴ διὰ μάχης ἔλθοιεν, τεύξεσθαι φιλανθρώπου, πρῶτοι μὲν οἳ Κράγον καὶ Ἀντίκραγον εἶχον, φρούρια μέγιστα, μετὰ δ ἐκείνους οἱ ὄρειοι Κίλικες καὶ ἐφεξῆς ἅπαντες ἑαυτοὺς ἐνεχείρισαν, ὅπλα τε ὁμοῦ πολλά, τὰ μὲν ἕτοιμα τὰ δὲ χαλκευόμενα, παρέδωκαν, καὶ ναῦς τὰς μὲν ἔτι πηγνυμένας τὰς δ ἤδη πλεούσας, χαλκόν τε καὶ σίδηρον ἐς ταῦτα συνενηνεγμένον καὶ ὀθόνας καὶ κάλως καὶ ὕλην ποικίλην, αἰχμαλώτων τε πλῆθος, τῶν μὲν ἐπὶ λύτροις τῶν δὲ ἐπὶ ἔργοις δεδεμένων.
(아피아노스, The Foreign Wars, chapter 14 5:3)
ἐπεὶ καὶ τὸ συκοφαντεῖν καὶ δωροδοκεῖν καὶ ἀσελγαίνειν καὶ λάθρα τοῖς πολεμίοις κεχρῆσθαι καὶ φάρμακα καθ ὁτουοῦν συντιθέναι καὶ νὴ Δία γε λῃσταὶ καὶ τοιχωρύχοι καὶ τοῦ πονηροῦ κόμματος ὁστισοῦν τότε μᾶλλον μισοῦνται καὶ δίκην ὑπέχουσι μείζω, ὅταν οἷς δρῶσιν, ἐγκαλύπτεσθαι δέον καὶ τρέμειν, οἱ δ ἐπὶ τούτοις τοσοῦτον φρονῶσιν ὡς καὶ σεμνύνειν ταῦτ ἐθέλειν πρὸς πάντας, διττὰ δή που νοσοῦντες, κακίαν καὶ θράσος, καὶ μηδ ἑκάτερον συνιέντες, ἀλλὰ καὶ δίκην τίνοντες ταύτην τὸ δημοσίᾳ σφᾶς αὐτοὺς ἐξελέγχειν.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Δημοσθένη περὶ ἀτελείας 25:10)
καὶ ὁ μὲν διονυσοκόλακας, αὐτοὶ δ αὑτοὺς τεχνίτας καλοῦσιν ταῦτα δ ἄμφω μεταφορά, ἡ μὲν ῥυπαινόντων ἡ δὲ τοὐναντίον, καὶ οἱ μὲν λῃσταὶ αὑτοὺς ποριστὰς καλοῦσι νῦν διὸ ἔξεστι λέγειν τὸν ἀδικήσαντα μὲν ἁμαρτάνειν, τὸν δ ἁμαρτάνοντα ἀδικῆσαι, καὶ τὸν κλέψαντα καὶ λαβεῖν καὶ πορίσασθαι.
(아리스토텔레스, 수사학, Book 3, chapter 2 10:4)
μὰ Δί ἀλλ ἵν οἱ λῃσταί τε μὴ λυπῶσί με, μετὰ τῶν γεράνων τ ἐκεῖθεν ἀναχωρῶ πάλιν, ἀνθ ἑρ´ματος πολλὰς καταπεπωκὼς δίκας.
(아리스토파네스, Birds, Episode, lyric16)
Οὔξιοι καλέονται, ὑπὲρ ὅτων λέλεκταί μοι ἐν τῇ ἄλλῃ συγγραφῇ ὅτι λῃσταὶ εἰσι.
(아리아노스, Indica, chapter 40 2:3)
Σουσίοισι δὲ πρόσοικοι ὅτι εἰσὶν Οὔξιοι λέλεκταί μοι, κατάπερ Μάρδοι μὲν Πέρσῃσι προσεχέες οἰκέουσι, λῃσταὶ καὶ οὗτοι, Κοσσαῖοι δὲ Μήδοισι.
(아리아노스, Indica, chapter 40 7:1)
λῃσταὶ κακομάχανοι ποιμένων ἀέκατι μήλων σεύοντ ἀγέλας βίᾳ·
(바킬리데스, Οδες ῾Γρεεκ᾿, dithyrambs, ode 18 Θησεύς 1:4)
ἅπαντες γὰρ οἱ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχυροὺς ποιούμενοι, ἐντεῦθεν τοὺς ἄλλους κακῶς ποιοῦσιν.
(데모스테네스, Speeches, Περὶ Ἁλοννήσου 5:2)
εἰ γὰρ ταῦτα συγχωρήσετε, τί κωλύει, καὶ εἴ τινα τῆς Ἀττικῆς λῃσταὶ τόπον καταλάβοιεν ἢ Λήμνου ἢ Ἴμβρου ἢ Σκύρου, καί τινες τούτους τοὺς λῃστὰς ἐκκόψαιεν, εὐθὺς καὶ τὸν τόπον τοῦτον, οὗ ἦσαν οἱ λῃσταί, τὸν ὄντα ἡμέτερον, τῶν τιμωρησαμένων τοὺς λῃστὰς γίγνεσθαι·
(데모스테네스, Speeches, Περὶ Ἁλοννήσου 6:1)
ἐνταῦθα λῃσταὶ καὶ κλέπται καὶ δικαστήρια καὶ οἱ καλούμενοι τύραννοι δοκοῦντες ἔχειν τινὰ ἐφ ἡμῖν ἐξουσίαν διὰ τὸ σωμάτιον καὶ τὰ τούτου κτήματα.
(에픽테토스, Works, book 1, Πῶς ἀπὸ τοῦ συγγενεῖς ἡμᾶς εἶναι τῷ θεῷ ἐπέλθοι ἄν τις ἐπὶ τὰ ἑξῆς.? 15:1)

SEARCH

MENU NAVIGATION