- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ μὴν πεπωκώς γ, ὡς θρασύνεσθαι πλέον, βρότειον αἷμα κῶμος ἐν δόμοις μένει, δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.?
(아이스킬로스, 아가멤논, episode7)
ὁ δὲ κῶμος ἦν ἄγριος τοῦ τότε ἀρίστου.
(아리스티데스, 아일리오스, 연설, Ῥοδιακός 6:13)
τίνι δαιμόνων ὁ κῶμος·
(아리스토파네스, Thesmophoriazusae, Prologue, lyric2)
κατὰ γὰρ τὸν Εὐριπίδην πληγὰς ὁ κῶμος λοίδορὸν θ ὕβριν φέρει.
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 3 2:15)
"κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν τὸ δ αὐτὸ καὶ κρουσίθυρον, κνισμός, μόθων.
(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 9 3:3)
ὅταν ἡ πομπὴ ᾖ τῷ Διονύσῳ ἐν Πειραιεῖ καὶ οἱ κωμῳδοὶ καὶ οἱ τραγῳδοί, καὶ <ἡ> ἐπὶ Ληναίῳ πομπὴ καὶ οἱ τραγῳδοὶ καὶ οἱ κωμῳδοί, καὶ τοῖς ἐν ἄστει Διονυσίοις ἡ πομπὴ καὶ οἱ παῖδες καὶ ὁ κῶμος καὶ οἱ κωμῳδοὶ καὶ οἱ τραγῳδοί, καὶ Θαργηλίων τῇ πομπῇ καὶ τῷ ἀγῶνι, μὴ ἐξεῖναι μήτε ἐνεχυράσαι μήτε λαμβάνειν ἕτερον ἑτέρου, μηδὲ τῶν ὑπερημέρων, ἐν ταύταις ταῖς ἡμέραις.
(데모스테네스, Speeches 21-30, Κατὰ Μειδίου περὶ τοῦ Κονδύλου 15:1)
ἐμοὶ γὰρ πρὸς Θεόφημον συμβόλαιον μὲν οὐδὲν πώποτε πρότερον ἐν τῷ βίῳ ἐγένετο, οὐδ αὖ κῶμος ἢ ἔρως ἢ πότος, ὥστε διαφερόμενον περί τινος πλεονεκτήματος ἢ παροξυνόμενον ὑπὸ ἡδονῆς τινὸς ἐλθεῖν ἐπὶ τὴν οἰκίαν τὴν τούτου.
(데모스테네스, Speeches 41-50, Κατὰ Εὐέργου καὶ Μνησιβούλου Ψευδομαρτυριῶν 25:1)
κινδυνεύει δ ὁ βίος σχεδὸν ἅπας γεγονέναι κῶμος εἷς, οὐχ ἡδὺς οὐδὲ πρᾷος, ἀλλ ἄγριος καὶ χαλεπός, ἅμα ὀρχουμένων, τερετιζόντων, μιαιφονούντων.
(디오, 크리소토모스, 연설, πρὸς ΑΛΕΞΑΝΔΡΕΙΣ. 91:1)
κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις κῶμος πελειῶν - Λοξίου γὰρ ἐν δόμοις ἄτρεστα ναίους - ὡς δ ἀπέσπεισαν μέθυ, ἐς αὐτὸ χείλη πώματος κεχρημέναι καθῆκαν, εἷλκον δ εὐπτέρους ἐς αὐχένας.
(에우리피데스, Ion, episode 4:11)
ὠχύρωσα δὲ καὶ τὰς ἐν τῇ κάτω Γαλιλαίᾳ πόλεις μὲν Ταριχέας Τιβεριάδα Σέπφωριν, κώμας δὲ Ἀρβήλων σπήλαιον, Βηρσουβαί, Σελαμήν, Ιὠτάπατα, Καφαραθ κωμοσ1 σωγαναι παφα καὶ τὸ Ἰταβύριον ὄρος.
(플라비우스 요세푸스, Ιὠσήπου βίος 225:2)
Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμειγμένοις σκύλοις καὶ τροπαίοις βεβριθώς.
(플루타르코스, De gloria Atheniensium, section 7 1:2)
Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμιγμένοις σκύλοις καὶ τροπαίοις βεβριθώς.?
(플루타르코스, De gloria Atheniensium, section 7 2:1)

SEARCH

MENU NAVIGATION