- 문장 내 검색

헬라어 문장 내 검색 Language

χρὴ ὦν πάντα ὁμοῦ ξὺν Ῥητίνῃ τῇ τοῦ τερμίνθου διαχρίειν τάδε, καὶ σπόγγοισι πυριῆν, ἢ τοῖσδε ὑποκλύζειν ξὺν ἐλαίῳ καὶ μέλιτι, καὶ ὑσσώπῳ, καὶ κολοκύν της ἀγρίας τῆς σαρκὸς ἑψήματι · κἢν ἐκκριθῇ κόπρος, αὖθις ἔλαιον θερμὸν ξὺν πηγάνῳ ἐνιέναι · τόδε γὰρ ἢν εἴσω μίμνῃ, πυρίημα τοῖσι ἐντέροισι εὐμενές.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.215)
ὁ δὲ Λίβυς ἐρωτηθεὶς ποία κόπρος ἀρίστη, "τὰ τοῦ δεσπότου ἴχνη" ἔφη.
(아리스토텔레스, 경제학, Book 1 37:3)
καὶ γὰρ οὐδὲ τοῦτό με μόνον τὸ λυποῦν ἐστιν, ἀλλ ὅταν φάγω, ὅποι βαδιεῖταί μοι τὸ λοιπὸν ἡ κόπρος.
(아리스토파네스, Ecclesiazusae, Episode 1:6)
πολλάκι δ ἴχνη στιφροῖς ὠλίσθηναν ἐνιχρίμψαντε καρείοις,12 ἁδρύνει δὲ βλάστα βαθεῖ ἐν τεύχεϊ κόπρος σαμψύχου λιβάνου τε νέας κλάδασἠδ ὅσα κῆποι ἀνδράσιν ἐργοπόνοις στεφάνους ἔπι πορσαίνουσιν.
(아테나이오스, The Deipnosophists, Book 15, book 15, chapter 31 5:3)
πῶς δ ἡ κόπρος ἐν τοῖς λεπτοῖς ἐντέροις ἀθρόως γεννηθήσεται·
(갈레노스, On the Natural Faculties., G, section 731)
οὕτω δὲ δή τι βίαιον καὶ σφοδρὸν ἡ ἐκκριτικὴ δύναμις ἔχει, ὥστ ἐν τοῖς εἰλεοῖς, ὅταν ἀποκλεισθῇ τελέως ἡ κάτω διέξοδος, ἐμεῖται κόπρος.
(갈레노스, On the Natural Faculties., G, section 1339)
Ἐπὴν δὲ τοῦτο γένηται, συριγγοῦται, καὶ ἰχὼρ Ῥέει, καὶ κόπρος Ῥεῖ δι αὐτῆς καὶ φῦσα καὶ βδελυγμίη πολλή.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ., 1.2)
Ἢν δὲ τουτέων μὲν τῶν ὁδῶν ἀποκλεισθῇ, ἐς δὲ τὰς φλέβας, ἃς προείρηκα, τὸν κατάῤῬοον ποιήσηται, ἄφωνός τὲ γίνεται καὶ πνίγεται, καὶ ἀφρὸς ἐκ τοῦ στόματος ἐκρέει, καὶ οἱ ὁδόντες συνηρείκασι, καὶ αἱ χεῖρες συσπῶνται, καὶ τὰ ὄμματα διαστρέφονται, καὶ οὐδὲν φρονέουσιν, ἐνίοισι δὲ καὶ ὑποχωρέει ἡ κόπρος κάτω‧ καὶ ταῦτα γίνεται ὁτὲ μὲν ἐς τὰ ἀριστερὰ, ὁτὲ δὲ ἐς τὰ δεξιὰ, ὁτὲ δὲ ἐς ἀμφότερα.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ., 7.1)
Ἡ δὲ κόπρος ὑπέρχεται ὑπὸ βίης πνιγομένου‧ πνίγεται δὲ τοῦ ἥπατος καὶ τῆς κοιλίης ἄνω πρὸς τὰς φρένας προσπεπτωκότων καὶ τοῦ στομάχου τῆς γαστρὸς ἀπειλημμένου‧ προσπίπτει δὲ ὁκόταν τὸ πνεῦμα μὴ ἐσίῃ ἐσίῃ ἐς τὸ στόμα ὅσον εἰώθει.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ., 7.7)
ἀμφὶ δὲ πολλὴ κόπρος ἐήν κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.
(호메로스, 일리아스, Book 24 15:4)
ὅμως δὲ εἰ μετὰ συγγνώμης ἀναγνώσεσθαι μέλλοις καὶ τὰ ἐνδέοντα τοῖς ἱστορουμένοις προσλογιεῖσθαι,, ὑποστήσομαί σοι τὸν ἆθλον, καὶ τὴν Αὐγέου βουστασίαν, εἰ καὶ μὴ πᾶσαν, ἀλλ εἰς δύναμίν γε τὴν ἐμαυτοῦ ἀνακαθάρασθαι πειράσομαι, ὀλίγους ὅσους τῶν κοφίνων ἐκφορήσας, ὡς ἀπ ἐκείνων τεκμαίροιο πόση πᾶσα καὶ ὡς ἀμύθητος ἦν ἡ κόπρος ἣν τρισχίλιοι βόες ἐν πολλοῖς ἔτεσιν ποιῆσαι ἐδύναντο.
(루키아노스, Alexander, (no name) 1:4)
τὰ δὲ τοῦ δένδρου ταῖς μὲν ῥίζαις ἀγαθά, ταῖς δὲ βλάσταις πονηρά, οἱο῀ν καὶ ἡ κόπρος πάντων τῶν φυτῶν ταῖς μὲν ῥίζαις ἀγαθὸν παραβαλλομένη, εἰ δ ἐθέλοις ἐπὶ τοὺς πτόρθους καὶ τοὺς νέους κλῶνας ἐπιβάλλειν, πάντα ἀπόλλυσιν:
(플라톤, Euthydemus, Protagoras, Gorgias, Meno, Πρωταγόρας 194:7)
διὰ τοῦτο ἐγὼ ἄγω κακίαν πρός σε εἰς οἶκον Ἱεροβοάμ. ἐξολοθρεύσω τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον ἐχόμενον καὶ ἐγκαταλελειμμένον ἐν Ἰσραὴλ καὶ ἐπιλέξω οἴκου Ἱεροβοάμ, καθὼς ἐπιλέγεται ἡ κόπρος, ὡς τελειωθῆναι αὐτόν.
(70인역 성경, 열왕기 상권 14:22)
ἐξωλοθρεύθησαν ἐν Ἀενδώρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.
(70인역 성경, 시편 82:11)
νεκρὸς δὲ κόπρος, γῆ δ ἡ κόπρος ἐστίν:
(작자 미상, 비가, Ἐπιχάρμου, Ἐπίγραμμα?7)

SEARCH

MENU NAVIGATION