- 문장 내 검색

헬라어 문장 내 검색 Language

ωὐτὸς γὰρ ἀμφοῖν ὀλέθρου τρόπος· ἀλλὰ καὶ τοῖσι ἐς τὸ στόμα φαρμάκοισι τοῖσι αὐτέοισι χρέεσθαι καὶ στύψεσι καὶ μαλθακτηρίοις, καὶ πυρίῃ τῇ ἔξωθεν, καὶ ἐπιπλάσμασι, καὶ ἐς τὸ στόμα ἐγχρίσμασι · περὶ δὲ τὸν κίονα ἢ τὴν σταφυλὴν ἔστω στῦμμα, Ῥοὸς χυλὸς, μέλιτι ἢ ὕδατι λυθεῖσα ἀκακία, ὑποκιστὶς, γῆ Σαμίη, ἢ Λημνίη, ἢ Σινῶπις, ἠδὲ ὀμφάκιον· ἢν δὲ ἑλκώδης ἐῄ, κόμμι καὶ ἄμυλον δευθέντα Ῥόδων ἢ φοινίκων ἀφεψήματι, καὶ πτισάνης, ἢ τράγου χυλός· ἐπὶ δὲ τοῦ κίονος ἔστω πλέον τι τῶν εὐτονωτέρων, διὰ σμύρνης τε καὶ κόστου, καὶ κυπέρου.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.328)
ἀτὰρ καὶ κόμμι ξὺν τῷ φυτῷ καὶ τράγου τῆς ἀκάνθης τὸ δάκρυον · ποικίλων δὲ φαρμάκων μυρίη μὲν ἡ πείρη, ποικίλαι δὲ καὶ χρήσιες, τροχίσκων, τοῦ διὰ τῆς Αἰγυπτίας ἀκάνθης, καὶ ἑτέρου δι ἠλέκτρου, καὶ ἄλλου τοῦ κροκώδεος, ὧν ἡ σκευασίη ἰδίῃ λέλεκται.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.90)
ἔπειτα ἀψινθίου κόμην, καὶ μυρσίνης, ἠδ ἀκακίης, καὶ μάννης σεσησμένων , ξυμμίσγειν · ὁμοῦ δὲ τὰ πάντα φυράσαντα, κηρωτῇ ἀναλαμβάνειν οἰνανθίνῃ· ἢν δὲ ὑπὸ τῶνδε μὴ ἴσχηται ὁ ἱδρὼς, ὄμφακος χυλὸς εἰς φύρησιν ξυντεθεὶς, καὶ ἀκακίη, καὶ κόμμι, ἠδὲ Ῥοὸς τὸ ἐδώδιμον, καὶ στυπτηρίη, καὶ φοίνικες, καὶ Ῥόδων χυλὸς εὔπνοος· ἅμα πάντα νάρδῳ τε καὶ οἰνάνθης τῷ λίπαϊ, ἐς τὸν θώρηκα τιθέναι · καὶ γὰρ τόδε ἐμψύχει τε καὶ στύφει.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.167)
τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι ξενικά.
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 73 3:4)
ἐπεὰν δὲ παρέλθωσι αἱ ἑβδομήκοντα, λούσαντες τὸν νεκρὸν κατειλίσσουσι πᾶν αὐτοῦ τὸ σῶμα σινδόνος βυσσίνης τελαμῶσι κατατετμημένοισι, ὑποχρίοντες τῷ κόμμι, τῷ δὴ ἀντὶ κόλλης τὰ πολλὰ χρέωνται Αἰγύπτιοι.
(헤로도토스, The Histories, book 2, chapter 86 7:1)
τὰ δὲ δὴ πλοῖά σφι, τοῖσι φορτηγέουσι, ἐστὶ ἐκ τῆς ἀκάνθης ποιεύμενα, τῆς ἡ μορφὴ μὲν ἐστὶ ὁμοιοτάτη τῷ Κυρηναίῳ λωτῷ, τὸ δὲ δάκρυον κόμμι ἐστί.
(헤로도토스, The Histories, book 2, chapter 96 2:1)
Ἔπειτα χρὴ δέρματος καρχηδονίου, ἢν μὲν νηπιώτερος ἐῄ ὁ τρωθεὶς, ἀρκέει τῷ λοπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ἐῄ, αὐτῷ τῷ δέρματι‧ ταμόντα δὲ χρὴ εὖρος ὡς τριδάκτυλον, ἢ ὅκως ἂν ἁρμόζῃ, ὑπαλείψαντα κόμμι τὴν γνάθον εὑ᾿μενέστερον γὰῤ, κόλλῃ προσκολλῆσαι τὸ δέρμα ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ἀπολείποντα ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ἢ ὀλίγῳ πλέον‧ τοῦτο μὲν ἐς τὸ κάτω μέρος‧ ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ὁ ἱμὰς, ὡς ἀμφιβεβήκῃ ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 33.4)
Ἀρίστη μέντοι ἰητρείη, τῷ ἀλήτῳ, τῷ σιτανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ, καταπλάσσειν τὰ τοιαῦτα‧ χρὴ δὲ, ἢν μὲν ἐξ ἀγαθῶν ἐῄ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι ἐς πάντα τὰ τοιαῦτα‧ ἢν δὲ μὴ πάνυ ὅλκιμον ἐῄ, ὀλίγην μάννην ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον, ἢ κόμμι πάνυ ὀλίγον ὡσαύτως μίσγειν.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 36.2)
μετὰ δὲ Μέμφιν Ἄκανθος πόλις ὁμοίως ἐν τῇ Λιβύῃ καὶ τὸ τοῦ Ὀσίριδος ἱερὸν καὶ τὸ τῆς ἀκάνθης ἄλσος τῆς Θηβαϊκῆς ἐξ ἧς τὸ κόμμι.?
(스트라본, 지리학, book 17, chapter 1 69:1)

SEARCH

MENU NAVIGATION