- 문장 내 검색

헬라어 문장 내 검색 Language

τί φὴς ἱκνεῖσθαι τῶνδ ἀγωνίων θεῶν, λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους·?
(아이스킬로스, 탄원하는 여인들, episode 8:9)
σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων, κλάδους τε τούτους αἶψ ἐν ἀγκάλαις λαβὼν βωμοὺς ἐπ ἄλλους δαιμόνων ἐγχωρίων θές, ὡς ἴδωσι τῆσδ ἀφίξεως τέκμαρ πάντες πολῖται, μηδ ἀπορριφθῇ ψόγος ἐμοῦ:
(아이스킬로스, 탄원하는 여인들, episode 1:3)
κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
(아이스킬로스, 탄원하는 여인들, episode 2:14)
Χάρης δ ὁ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα ψυχεῖα, ἃ πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους, οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα.
(아테나이오스, The Deipnosophists, Book 3, book 3, chapter 97 4:2)
τοιαύτην δ ἐκ τῆς συνεχοῦς μελέτης τὴν ἐπ ἄκρους τοὺς κλάδους ἀναδρομὴν ποιοῦνται πάντες ὥστε ἄπιστον εἶναι τὸ γινόμενον:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 3, chapter 24 2:2)
οἱ δὲ πένητες αὐτῶν κλάδους δρεψάμενοι δάφνης, ἣ πολλὴ περὶ τὸν τόπον ἐφύετο, ἐκεῖνόν τε καὶ αὑτοὺς ἀνέστεφον, ἧκον δὲ οἱ βασιλεῖς αὐτῶν ἐπὶ ξένια τὸν Ἡρακλέα καλοῦντες.
(디오니시오스, Antiquitates Romanae, book 1, chapter 40 1:2)
τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς.
(에우리피데스, episode, lyric 5:10)
καὶ τὰς μὲν ἄλλας ἐφ οὗπερ αὐτὰς σχήματος Μωυσῆς παρέλαβεν ἐπὶ τούτου μεμενηκυίας ἔβλεπον, ἐκ δὲ τῆς Αἀρῶνος βλαστούς τε καὶ κλάδους ἀναφύντας ἑώρων καὶ καρπὸν ὡραῖον, ἀμύγδαλα δ ἦν, ἐκ τοιούτου ξύλου τῆς βακτηρίας κατεσκευασμένης.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 4 82:1)
ἐδόκεε ὁ Ξέρξης ἐστεφανῶσθαι ἐλαίης θαλλῷ, ἀπὸ δὲ τῆς ἐλαίης τοὺς κλάδους γῆν πᾶσαν ἐπισχεῖν, μετὰ δὲ ἀφανισθῆναι περὶ τῇ κεφαλῇ κείμενον τὸν στέφανον.
(헤로도토스, The Histories, book 7, chapter 19 2:3)
δὲ καὶ κλάδους καὶ φύλλα:
(루키아노스, Verae Historiae, book 1 22:10)
ἐπεὶ δὲ πλέοντες ἀπείχομεν τῆς καλιᾶς ὅσον σταδίους διακοσίους, τέρατα ἡμῖν μεγάλα καὶ θαυμαστὰ ἐπεσήμανεν ὅ τε γὰρ ἐν τῇ πρύμνῃ χηνίσκος ἄφνω ἐπτερύξατο καὶ ἀνεβόησεν, καὶ ὁ κυβερνήτης ὁ Σκίνθαρος φαλακρὸς ἤδη ὢν ἀνεκόμησεν, καὶ τὸ πάντων δὴ παραδοξότατον, ὁ γὰρ ἱστὸς τῆς νεὼς ἐξεβλάστησεν καὶ κλάδους ἀνέφυσεν καὶ ἐπὶ τῷ ἄκρῳ ἐκαρποφόρησεν, ὁ δὲ καρπὸς ἦν σῦκα καὶ σταφυλὴ μέλαινα, οὔπω πέπειρος.
(루키아노스, Verae Historiae, book 2 41:1)
ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
(ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ, chapter 11 419:1)
καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῖν.
(ΚΑΤΑ ΜΑΡΚΟΝ, chapter 4 34:1)
ποιηθῆναι δὲ τὸν ναὸν τῷ Ἀπόλλωνι τὸ ἀρχαιότατον δάφνης φασί, κομισθῆναι δὲ τοὺς κλάδους ἀπὸ τῆς δάφνης τῆς ἐν τοῖς Τέμπεσι:
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 5 15:1)
ἔτυχε γὰρ ἀφῃρημένος τὸ κράνος, ἄχρι οὗ συμφρονήσας καὶ πάλιν περιθέμενος ἐγνώσθη τῷ τε λόφῳ διαπρέποντι καὶ τοῖς τραγικοῖς κέρασιν, ὥστε τοὺς Μακεδόνας σύνθημα προστρέχοντας αἰτεῖν, ἄλλους δὲ κλάδους δρυὸς ἀναστέφεσθαι διὰ τὸ καὶ τοὺς περὶ ἐκεῖνον ἐστεφανωμένους ὁρᾶν:?
(플루타르코스, chapter 11 5:2)

SEARCH

MENU NAVIGATION