- 문장 내 검색

헬라어 문장 내 검색 Language

καίτοι τίς ἂν εἰς ζῶντας τελῶν τούτων ἀνάσχοιτο, οἳ πλείω μὲν σολοικίζουσιν ἢ φθέγγονται, ὑπερορῶσι δὲ τῶν ἄλλων ὅσον αὐτοῖς ὑπερορᾶσθαι προσήκει, καὶ τοὺς μὲν ἄλλους ἐξετάζουσιν, αὑτοὺς δὲ οὐδεπώποτ ἠξίωσαν, καὶ σεμνύνουσι μὲν τὴν ἀρετὴν, ἀσκοῦσι δ οὐ πάνυ, περιέρχονται δὲ ἄλλως βροτῶν εἴδωλα καμόντων, Ἡσιόδου κηφῆνες, Ἀρχιλόχου πίθηκοι, δύο μορφὰς ἔχοντες ἀντὶ τριῶν, τῆς τραγικῆς βοὸς τῶν ἱματίων τῶν ἠπημένων οὐδὲν διαφέροντες, τὰ μὲν ἔξω σεμνοὶ, τὰ δ ἔνδον ἄλλος ἂν εἰδείη τις, οὐδὲ μεθ ἡμέραν σώφρονες, ὡς Δημοσθένης φησὶν, ἀλλ αὐτοῖς καὶ ἡμέρα καὶ νὺξ ταυτόν ἐστι δυνηθεῖσιν:?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 191:9)
ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
(아리스토파네스, Wasps, Parabasis, antepirrheme7)
οὐχὶ κἀκεῖ γίγνονται κηφῆνές τινες λεγόμενοι χαλεποὶ καὶ κατεσθίοντες τὸ μέλι·
(디오, 크리소토모스, 연설 (2), ΠΟΛΙΤΙΚΟΣ ΕΝ ΕΚΚΑΗΣΙΑΙ. 30:8)
καὶ ἄρχοντα παρείχοντο Ὀτάνεα τὸν Ἀμήστριος πατέρα τῆς Ξέρξεω γυναικός, ἐκαλέοντο δὲ πάλαι ὑπὸ μὲν Ἑλλήνων Κηφῆνες, ὑπὸ μέντοι σφέων αὐτῶν καὶ τῶν περιοίκων Ἀρταῖοι.
(헤로도토스, The Histories, book 7, chapter 61 3:1)
ἀπαγγελέω δ ἄρα πᾶσιν ὡς ὀλοοὶ κηφῆνες ἐδηλήσαντο μελίσσας.
(작자 미상, Greek Anthology, Volume III, book 9, chapter 136 1:1)
τί γάρ, ἔφη, ἂν ὕλη πνίγῃ συνεξορμῶσα τῷ σίτῳ καὶ διαρπάζουσα τοῦ σίτου τὴν τροφὴν ὥσπερ οἱ κηφῆνες διαρπάζουσιν ἄχρηστοι ὄντες τῶν μελιττῶν ἃ ἂν ἐκεῖναι ἐργασάμεναι τροφὴν καταθῶνται·
(크세노폰, Works on Socrates, Οἰκονομικός?, chapter 17 15:1)

SEARCH

MENU NAVIGATION