- 문장 내 검색

헬라어 문장 내 검색 Language

"ὄπισθεν δὲ κεῖμαι θρασειᾶν ἀλωπέκων ξανθὸς λέων.?
(아리스티데스, 아일리오스, 연설, Περὶ τοῦ παραφθέγματος 14:9)
"ἔχω δ ὁκόσον ἔδαισα χὠκόσ1 ἠείσα χὠκόσς ἐράσθην τὰ δ ὄλβι ἡμέων δήιοι συνελθόντες φέρουσιν, ὥσπερ ὠμὸν ἔριφον αἱ Βάκχαι, ἐγὼ δ ἐς Αἵδην οὔτε χρυσὸν οὔθ ἵππον οὔτ ἀργυρῆν ἅμαξαν ᾠχόμην ἕλκων σποδὸς δὲ πολλὴ χὠ μιτρηφόρος κεῖμαι.
(아테나이오스, The Deipnosophists, Book 12, book 12, chapter 20 1:172)
πολλὰ πιὼν καὶ πολλὰ φαγὼν καὶ πολλὰ κάκ εἰπὼν ἀνθρώπους κεῖμαι Τιμοκρέων Ῥόδιος.
(아테나이오스, The Deipnosophists, Book 10, book 10, chapter 9 1:1)
εἰ δέ τις εἰδέναι βούλεται πηλίκος εἰμὶ καὶ ποῦ κεῖμαι, νικάτω τι τῶν ἐμῶν ἔργων.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 47 4:3)
χαλκῆ παρθένος εἰμί, Μίδα δ ἐπὶ σήματι κεῖμαι.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Kef. s'. KLEOBOULOS 1:8)
κεῖμαι δ ἐπ ἀκταῖς, ἄλλοτ ἐν πόντου σάλῳ, πολλοῖς διαύλοις κυμάτων φορούμενος, ἄκλαυτος ἄταφος:
(에우리피데스, Hecuba, episode 1:7)
τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι κεῖμαι σφαχθεῖς ἁ τλάμων.
(에우리피데스, Iphigenia in Tauris, choral, anapests 1:12)
αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας, κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφ ἀδινὸν κῆρ ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν.
(호메로스, 오디세이아, Book 19 55:6)
Ἔτι ἐν Βαβυλῶνι κεῖμαι τριακοστὴν ταύτην ἡμέραν, ὑπισχνεῖται δὲ Πτολεμαῖος ὁ ὑπασπιστής, ἤν ποτε ἀγάγῃ σχολὴν ἀπὸ τῶν θορύβων τῶν ἐν ποσίν, ἐς Αἴγυπτον ἀπαγαγὼν θάψειν ἐκεῖ, ὡς γενοίμην εἷς τῶν Αἰγυπτίων θεῶν.
(루키아노스, Dialogi mortuorum, Διογένης καὶ Ἀλέξανδρος. 6:1)
νῦν δὲ παρὰ Κρονίδην κεῖμαι τάδ ἔχουσα τὰ δεσμὰτίμιος:
(파우사니아스, Description of Greece, Ἠλιακῶν Α, chapter 20 12:2)
ἔστι μὲν τοῦτο τόδε - χαλκῆ παρθένος εἰμί, Μίδα δ ἐπὶ σήματι κεῖμαι.
(플라톤, Parmenides, Philebus, Symposium, Phaedrus, Φαῖδρος 252:2)
ἐνθάδ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι.
(플루타르코스, Antony, chapter 70 4:2)
κεῖμαι δ, ἀμέριμνος οὕτως, ἀεὶ πυκιναῖς δρόσοις τεγγόμενος κόμας, λυγρᾶς μνήματα Τροίας.
(소포클레스, Ajax, choral, strophe 23)
παρὰ τοῖσι βροτῶν κεῖμαι πεπονημένος ἀλλήκτοις ὀδύναις·
(소포클레스, 트라키니아이, episode, anapests14)
ἐπίγραμμα δ εἶναι Ἑλληνικόν, Περσικοῖς κεχαραγμένον γράμμασιν "ἐνθάδ ἐγὼ "κεῖμαι Κῦρος βασιλεὺς βασιλήων.?
(스트라본, 지리학, book 15, chapter 3 14:12)

SEARCH

MENU NAVIGATION