- 문장 내 검색

헬라어 문장 내 검색 Language

κέγχρος δὲ φωχθεῖσα ἐν μαρσύποισι πυρίημα κοῦφον καὶ μαλθακόν· ἀληλεσμένη δὲ καὶ ξὺν μέλιτι, καὶ ἐλαίῳ, καὶ λίνου σπέρματι ὑποχονδρίοισι ἐπίπλασμα ἀγαθόν.?
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.65)
κέγχρος γὰρ καὶ λίνου σπέρμα εὐαφέα μὲν, ἀτμώδεα δὲ καὶ βαρύοδμα.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.245)
ἢν δὲ ἐπὶ μᾶλλον παχῦναι καὶ στῦψαι ἐθέλῃς, οἱ χόνδροι μὲν ξὺν φοίνιξι ἑψείσθωσαν · ἐς δὲ τὴν σύστασιν, ἄμυλος ἔστω, καὶ γάλα, ἄριστον καὶ φὰρ τὸ Τυρρηνικὸν , παχὺ ἐὸν καὶ γλίσχρον, καὶ κολλῶδες ξὺν τῷ γάλακτι· ταμισοῦ δὲ τοῦ ἐρίφου ὑγροῖσι τοῖσι ἑψήμασι προσεγχέειν ἐς πῆξιν, ὅκως ἐπὶ γάλακτι ἐς νέου τυροῦ ξύστασιν ἴσχει· παχύτερον δὲ τουτέων, κέγχρος ἑφθὸς ξὺν γάλακτι ὡς τὸ φὰρ, καὶ τὸ ἐπίπαστον ἡ κηκὶς καὶ τὰ σίδια.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.108)
χωρὶς δὲ τῶν δημητριακῶν καρπῶν φύεται κατὰ τὴν Ἰνδικὴν πολλὴ μὲν κέγχρος, ἀρδευομένη τῇ τῶν ποταμίων ναμάτων δαψιλείᾳ, πολὺ δ ὄσπριον καὶ διάφορον, ἔτι δ ὄρυζα καὶ ὁ προσαγορευόμενος βόσπορος, καὶ μετὰ ταῦτ ἄλλα πολλὰ τῶν πρὸς διατροφὴν χρησίμων:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 2, chapter 36 3:1)
καὶ αὐτοῖσι ἐστὶ ὅσον κέγχρος τὸ μέγαθος ἐν κάλυκι, αὐτόματον ἐκ τῆς γῆς γινόμενον, τὸ συλλέγοντες αὐτῇ τῇ κάλυκι ἕψουσί τε καὶ σιτέονται.
(헤로도토스, The Histories, book 3, chapter 100 2:3)
Πυρίη δὲ ξηρὴ, ἅλες, κέγχροι πεφρυγμένοι ἐν εἰρινέοισι μαρσιππίοισιν ἐπιτηδειότατοι‧ καὶ γὰρ κοῦφον καὶ προσηνὲς ὁ κέγχρος‧ λύει δὲ μάλθαξις ἡ τοιήδε καὶ τὰς πρὸς κληϊ῀δα περαιούσας ἀλγηδόνας.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ, 7.5)
ἐν μὲν οὖν τούτοις τοῖς ὄμβροις λίνον σπείρεται καὶ κέγχρος, πρὸς τούτοις σήσαμον ὄρυζα βόσμορον:?
(스트라본, 지리학, book 15, chapter 1 26:6)

SEARCH

MENU NAVIGATION