- 문장 내 검색

헬라어 문장 내 검색 Language

εἰ γὰρ μὴ προστησόμεθα μήτε πολλῶν μήτε ὀλίγων, μήτε οἰκίας μήτε ἡμῶν αὐτῶν, ὡς ἔπος εἰπεῖν, μηδὲ κινήσει μηδένα ἡμῶν μήτε χρεία πατρίδος μήτε ἑστία πατρῴα μήτ οἰκέται ὁρῶντες εἰς ἡμᾶς μήτ ἄλλο τῶν ἀνθρωπίνων μηδὲν, ἀλλ οὕτως φυγῇ φευξούμεθα τὰ πράγματα καὶ καθεδούμεθα ὥσπερ ἐν μέσῳ τῷ ἀέρι, τῆς γῆς οὐδὲν προσαπτόμενοι, οὐδὲ φροντίζοντες οὐδενὸς πράγματος, οὐδ ἂν προσαγγέλλῃ τις ἡμῖν ἅπερ τῷ Μελεάγρῳ, ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας, ἀλλὰ πάντα ταῦτα ἀνελευθερίαν καὶ ταπεινότητα εἶναι καταγνωσόμεθα, καὶ πρὸς ἅπανθ ἡμῖν οὗτος ὁ λόγος ἀρκέσει, τὸ διακονεῖν ταῦτ εἶναι καὶ ὑπηρετεῖν καὶ τὸ ἀδικεῖσθαι κρεῖττον ἢ ἀδικεῖν, ἄλλο τι ἢ τῶν ἀψύχων ἐγγύτατα ζῆν λείπεται, καὶ τοῖς κάμνουσι παραπλησίως, ὅταν αὐτοῖς ὑπὸ τῶν ἰατρῶν ἡσυχάζειν ἐπιταχθῇ·?
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων? 38:8)

SEARCH

MENU NAVIGATION