- 문장 내 검색

헬라어 문장 내 검색 Language

τὸ δὲ χωρίον οὗ διέτριβον παραρρεῖ μὲν ποταμὸς, κάθοδος δ ἐπ αὐτόν ἐστι τραχυτέρα καὶ κατάντης μᾶλλον, καὶ ἅμα ἐντὸς τῶν δέκα σταδίων.?
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε# 12:13)
τόπος γάρ τίς ἐστι μήκει μὲν ὡς δέκα σταδίων, κατάντης δὲ καὶ κρημνοῖς συγκλειόμενος εἰς στενὴν ἐντομήν, ἅπας δὲ τραχὺς καὶ φαραγγώδης, ἔτι δὲ πέτρους ἔχων πυκνοὺς καὶ μεγάλους ἐοικότας σκοπέλοις:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 32 8:1)
κατάντης γὰρ ἡ πρὸς τὸ χεῖρον ὁδός, ῥᾳδίαν ἔχουσα τὴν ὁδοιπορίαν:
(디오도로스 시켈로스, Library, book xii, chapter 11 9:3)
ὅταν πολίταις εὐσταθῶσι δαίμονες, ἑρ´πει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
(에우리피데스, Rhesus, episode 2:8)
τὰ γὰρ πέριξ ἀπόκρημνος ἦν καὶ κατάντης.
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον ε. 210:2)
τὸ δὲ ἀπὸ τοῦ ἱεροῦ τῆς Δικτυνναίας κατάντης ὁδὸς ἐς Ἀντίκυραν πᾶσά ἐστι.
(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 36 9:5)
λεία γάρ τις ἡ πορεία καὶ κατάντης ἐπὶ τὸ βουλόμενον.
(플루타르코스, Artaxerxes, chapter 28 3:2)
τῶν δὲ ἡμερῶν τῇ τελευταίᾳ σχεδὸν ὑπὸ πάντων τῶν πολιτῶν προπεμφθεὶς εἰς οἶκον, ἤκουσεν ὅτι Μαρκέλλῳ πολλοὶ συνήθεις καὶ δυνατοὶ προσπεσόντες ἐν τῷ ταμιείῳ καὶ περιέχοντες ἐκβιάζονται γράψαι τινὰ δόσιν χρημάτων ὀφειλομένων, ἦν δὲ ὁ Μάρκελλος ἐκ παίδων φίλος τῷ Κάτωνι, καὶ σὺν ἐκείνῳ βέλτιστος ἄρχων, αὐτὸς δὲ καθ αὑτὸν ἀγώγιμος ὑπ αἰδοῦς τοῖς δεομένοις, καὶ κατάντης πρὸς πᾶσαν χάριν, εὐθὺς οὖν ὁ Κάτων ἐπιστρέψας καὶ τὸν Μάρκελλον εὑρὼν ἐκβεβιασμένον γράψαι τὴν δόσιν, ᾔτησε τὰς δέλτους καὶ ἀπήλειψεν, αὐτοῦ παρεστῶτος σιωπῇ:
(플루타르코스, Cato the Younger, chapter 18 3:1)
οὕτω δὲ τῶν ἐνισταμένων τὴν ἀγορὰν ἐρημώσαντες ἐπεκύρωσαν τὸν περὶ τῆς διανομῆς τῶν χωρίων νόμον δελεασθεὶς ὁ δῆμος εἰς πᾶσαν ἤδη τιθασὸς αὐτοῖς ἐγεγόνει καὶ κατάντης πρᾶξιν, οὐδὲν πολυπραγμονῶν, ἀλλ ἐπιφέρων σιωπῇ τοῖς γραφομένοις τὴν ψῆφον.
(플루타르코스, Pompey, chapter 48 2:1)
"οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τὰ τ ἄλλα φιλόφωνός ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων, ὡς οὐδὲν ἄλλο πάθος, ἐπίφορος καὶ κατάντης.
(플루타르코스, Quaestiones Convivales, book 1, πῶς εἰρ´ηται τὸ ποιητὴν δ ἀρ´α Ἔρως διδάσκει . 13:14)
φύσει τε γὰρ ἀφ ἑαυτοῦ πρὸς τὰ χείρονα κατάντης ἐστί, καὶ δοκεῖ πορρωτάτω τοῦ ψέγειν τὸ αἰσχρὸν εἶναι μιμούμενος.
(플루타르코스, Quomodo adulator ab amico internoscatur, chapter, section 9 7:2)
οὐ γὰρ ἦν τῷ Σύλλᾳ περὶ δεῖπνον ὄντι χρήσασθαι σπουδαῖον οὐδέν, ἀλλ ἐνεργὸς ὢν καὶ σκυθρωπότερος παρὰ τὸν ἄλλον χρόνον, ἀθρόαν ἐλάμβανε μεταβολὴν ὁπότε πρῶτον ἑαυτὸν εἰς συνουσίαν καταβάλοι καὶ πότον, ὥστε μιμῳδοῖς καὶ ὀρχησταῖς τιθασὸς εἶναι καὶ πρὸς πᾶσαν ἔντευξιν ὑποχείριος καὶ κατάντης.?
(플루타르코스, Sulla, chapter 2 3:1)

SEARCH

MENU NAVIGATION