- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἰατρόμαντις δ ἐστὶ καὶ τερασκόπος καὶ τοῖσιν ἄλλοις δωμάτων καθάρσιος.?
(아이스킬로스, 에우메니데스, episode 6:2)
καὶ μαρτυρήσων ἦλθον - ἔστι γὰρ νόμῳ ἱκέτης ὅδ ἁνὴρ καὶ δόμων ἐφέστιος ἐμῶν, φόνου δὲ τοῦδ ἐγὼ καθάρσιος - καὶ ξυνδικήσων αὐτός:
(아이스킬로스, 에우메니데스, episode5)
καὶ κούρῃσι δὲ μέχρι καθάρσιος ἐπιμηνίων τάδε ξυνήθεα.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ι. Περὶ Πλευρίτιδος.110)
τόδε τὸ εἶδος τῆς ἀγωγῆς, γυναιξὶ ὡς ἐπίπαν οὐ καθαιρομένῃσι τάδε ἐπιμήνια γίγνεται, καὶ ἐν τῇσι αὐτῇσι περιόδοισι τῆς καθάρσιος ἐπιφαίνεται, καὶ ἐπὶ τῇσι προθεσμίῃσι τῆς ἀποπαύσιος ἴσχεται · κἢν μὴ ἰηθῇ ἡ γυνὴ, ἐς πολλὰς περιόδους ἀντιπεριεῖσι ἡ ἀναγωγή · μετεξετέρῃσι δὲ καὶ ἀπερράγη τὰ ἀγγεῖα τῷ πλήθεϊ.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ΑΡΕΤΑΙΟΥ ΚΑΠΠΑΔΟΚΟΥ ΠΕΡΙ ΑΙΤΙΩΝ ΚΑΙ ΣΗΜΕΙΩΝ ΟΞΕΩΝ ΠΑΘΩΝ, Κεφ. ιβ. Περὶ Σατυριάσεως.50)
ξυνεχὲς δὲ τουτέοισι τὸ πλευρὸν καταιον εῖν , ἠδὲ ἐπιπλάττε ιν πρὸ τῆς προσάρσιος · πρὸς τοῖσι ξυνήθεσι πλάσμασι , μελίλωτον ἑψηθὲν ξὺν μελικρήτῳ, ξυμμίσγοντα μήκωνος τῆς σαρκὸς ἐνηψημένης , καὶ μάννης ἄλητον ἐμπάσσειν· ἢν δὲ ὑγροτέρη ᾖ ἀναγωγὴ καὶ πολλὴ, αἴρης ἄλητον ἢ ἐρυσίμου ξυμμίσγειν καὶ νίτρον ἐμπάσσειν· ἢν δὲ μῆκος ἤδη τῆς νούσου γίγνηται, καὶ τῆς ὀδύνης ἐγκεομένης , καὶ ὑγρῆς καθάρσιος γιγνομένης , ἔμπυον μὲν ἐλπὶς τὸν ἄνθρωπον ἔσεσθαι · σίνηπι δὲ ξυμμίσγειν καὶ κάγχρυ τοῖσι ἐπιπλάσμασι.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.380)
ἢν δὲ ἔτι καθάρσιος τὰ πτύαλα δέηται, τοῖσι κηρώμασι Ῥητίνης ξυντήκειν, ἢ τοῦ θείου τοῦ ἀπύρου ξυμμίσγειν · καὶ αὖθις πυρίην τὸ χωρίον ἔχειν· ὡς τρόπος δὲ σικύης· ἔχειν ὦν χρὴ κεραμεο ῦν κοῦφον ἁρμόζον τῇ πλευρῇ, εὐρὺ, ἤ τι χάλκεον, πρηνὲς ἐπὶ τὰ χείλεα ἀμφιθεῖ ναι τοῖσι ἀλγέουσι· ὑποτιθέναι δὲ φλόγα μεγάλην ξὺν λίπαϊ, ὅκως ζῶσα ἐς πολλὸν διαρκέῃ χρόνον· μὴ περισφίγγειν δὲ τὰ χείλεα πρὸς τῇ σαρκὶ, ἀλλ ἐς διαπνοὴν διαδοχή τις ἔστω ὡς μὴ διασβεσθέῃ τῇ πνιγί· ἐς πολλὸν δὲ ἐξάπτεσθαι ἔνι· ἡ γὰρ ἔνδον ἐκείνου θέρμη, ἄριστον μὲν πυρίημα, ἀγαθὴ δὲ πρόκλησις ἱδρώτων.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ι. Θεραπεία Πλευρίτιδος.402)
αἷμα γὰρ πολλὸν θερμασίης μὲν καὶ τόλμης ἔξαψις καρτερή · φλεγμασίης δὲ τροφὴ, ταράχου δὲ γνώμης καὶ ἀταξίης ἔκκαυμα · καθαίρειν δὲ καὶ τὸ ξύμπαν σκῆνος φαρμάκῳ τῇ ἱερῇ· οὐ γὰρ καθάρσιος δέονται μοῦνον, ἀλλὰ καὶ φαρμακίης προσηνέος.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU OCEWN NOUSWN QERAPEUTIKON, Κεφ. ια. Θεραπεία Σατυριάσεως.335)
λούειν τε ἀπὸ τῆς καθάρσιος, καὶ οἴνου βραχὺ διδόναι, καὶ τῆς ἄλλης τῆς ἐν τῇ τροφῇ χάριτος.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.169)
ἢ ὦν ἀπαυδῆν ἐπὶ τοῖσδε καὶ ἀπαρνεῖσθαι, προϊσχομένους τὸ ἄναλθες, ἢ καὶ ἐς τέλος τοῖσι ἔργοισι ὁμιλέειν· διδόναι δὲ καὶ τῆς ἱερῆς τῆς δι ἀλόης ἄλλοτε καὶ ἄλλοτε· καίριον γὰρ φάρμακον τῆς μελαγχολίης τόδε, στομάχου, καὶ ἥπατος, καὶ χολῆς καθάρσιος ἄκος ἐόν· ἀτὰρ καὶ μαλάχης σπέρματος, ὁκόσον ὁλκῆς δραχμὴν, πιπίσκειν ξὺν ὕδατι, ἄριστον πείρῃ τις ἐπιστώσατο.
(아레타이오스, The Extant Works of Aretaeus, The Cappadocian., ARETAIOU KAPPADOKOU XRONIWN NOUSWN QERAPEUTIKON, Κεφ. ιδ. Θεραπεία Σπληνός.194)
Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν κατὰ φύσιν καθάρσιος γενομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν τόκον, πῦρ ἔλαβε μετὰ Ῥίγεος‧ ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιόν‧ γυναικείων πόνοι‧ κάθαρσις ἐπαύσατο.
(히포크라테스, Hippocrates Collected Works I, EPIDHMIWN A, ἀρ´ρωστοι τεσσαρες καίδεκα260)
Ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦσαν καθάρσιος οὐ γενομένης πυρετὸς ὀξὺς φρικώδης τρι ταίην ἔλαβεν.
(히포크라테스, Hippocrates Collected Works I, EPIDHMIWN A, Ἑκκαίδεκα ἀρ´ρωστοι285)
Τῆς μὲν πτισάνης, ὁκόταν πίη τὸ φάρμακον, ἐπιῤῬοφῇν αὐτίκα χρὴ διδόναι μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὁκόσον εἴθιστο‧ ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσιος μὴ διδόναι Ῥοφῇν‧ ὁκόταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον Ῥοφεέτω ἢ ὁκόσον εἴθιστο‧ μετὰ δὲ τοῦτο, ἀναγέτω αἰεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη ᾖ, καὶ μηδὲν ἄλλο ἐναντιῶται.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ, 7.11)
Ἢν δὲ ὑποκάτω τοῦ θώρηκος ᾖ τὸ ἄλγημα, καὶ ξυντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε‧ μεσηγὺ δὲ τῆς καθάρσιος μηδὲν δίδου‧ μετὰ κάθαρσιν δὲ ὀξύμελι‧ φαρμακεύειν δὲ τεταρταῖον‧ τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν, καὶ ἢν μὴ κουφίζῃ, οὕτως ὑποκάθαιρε‧ φυλακὴ δὲ ἔστω ἑώς ἀπυρέτου καὶ ἑβδόμης‧ ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, ξὺν μέλιτι μίσγων δίδου‧ ἢν δὲ ἀνάγηται Ῥηϊδίως, καὶ εὔπνοος ᾖ καὶ ἀνώδυνος τὰ πλευρὰ, καὶ ἀπύρετος, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι, καὶ δὶς τῆς ἡμέρης‧ ἢν δὲ μὴ Ῥηϊδίως ἀπαλλάσσῃ, ἔλασσόν τε τὸ πόμα, καὶ τὸ Ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν, καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὡρ´ῃ βέλτιον διάγῃ‧ γνώσῃ δὲ ἐκ τῶν οὔρων.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΝΟΘΑ., 11.2)
Οὐδὲ τοῖσι νεοτρώτοισιν ἕλκεσι ξυμφέρει ἔλαιον, οὐδὲ μαλθακώδεα οὐδὲ στεατώδεα φάρμακα, ἄλλως τε καὶ ὅ τι ἂν δέηται ἕλκος πλείονος καθάρσιος‧ τὸ δὲ ξύμπαν εἰπεῖν, ἐλαίῳ τὴν χρῆσιν ποιέεσθαι καὶ ἐν θέρει καὶ ἐν χειμῶνι, πρὸς ἃ τῶν τοιούτων φαρμάκων δεόμεθα.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΕΛΚΩΝ., 2.5)
Γυναικὶ τὰ καταμήνια ἄχροα, καὶ μὴ κατὰ τὰ αὐτὰ αἰεὶ γινόμενα, καθάρσιος δεῖσθαι σημαίνει.?
(히포크라테스, Oeuvres Completes D'Hippocrate., AFORISMOI., 72.36)

SEARCH

MENU NAVIGATION