- 문장 내 검색

헬라어 문장 내 검색 Language

τὸ γοῦν Ἀργείων πλῆθος νοσοῦν ὕστερον ἰάσατο καὶ ἔργῳ καὶ λόγῳ:?
(아리스티데스, 아일리오스, 연설, Παναθηναϊκός 76:8)
ὁ δ ἄρα οὐδὲ τοῦτο ἐκείνοις παρῆκεν, ἀλλ οὔσης τῆς ἀποστάσεως θαυμαστῆς ὅσης καὶ δοκοῦντος ἅπαντος ἀπηλλοτριῶσθαι τοῦ δέρματος, ὠὸν κελεύσας ἐπιχρίειν οὕτως ἰάσατο καὶ συνήγαγε πάντα εἰς ταυτὸν, ὥστε ὀλίγων ἡμερῶν παρελθουσῶν οὐδεὶς οἱό῀ς τ ἦν εὑρεῖν ἐν ὁποτέρῳ μηρῷ τὸ φῦμα ἐκεῖνο ἐγένετο, ἀλλ ἤστην ἀμφοτέρω καθαρὼ τοῖς ἅπασι.
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι α# 16:13)
τὰ δ ὑπὲρ τὸν τράχηλον καὶ τὰς ἀπὸ τῶν νώτων κατατάσεις καὶ τὸν ἀκριβούμενον ὀπισθότονον ἤδη τόνδε τρόπον ἰάσατο εὐθὺς, ἐπειδὴ τὴν δύσπνοιαν ἐξιάσατο.
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι γ# 6:10)
ὅσον δὲ κἀν τούτῳ συνέβη καμεῖν ἡμέρας τινὰς, θαυμαστῶς ὡς ὁ θεὸς καὶ ἅμα εἰωθότως ἰάσατο.
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε# 11:7)
ἀλλ οἶμαι ἅμα μὲν τοῖς εἰρημένοις κατ ἐκείνων λόγοις αἰσχυνθεὶς, ἅμα δ ἡττηθεὶς τῆς ἀληθείας, οὐ κακῷ τὸ κακὸν, οὐ μὴν καλῶς γ ἰάσατο, μᾶλλον δ ἀγαθῷ τὸ κακὸν ἐξήλεγξε, τῷ γ Ἀριστείδῃ τὰ πρέποντ ἀποδούς.
(아리스티데스, 아일리오스, 연설, Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων 159:8)
"ἐκεῖνα ἐχρύσωσα, ὁπότε μ ἰάσατο διὰ τρίτης ὑπὸ τοῦ ἠπιάλου ἀπολλύμενον.
(루키아노스, Philopsuedes sive incredulus, (no name) 17:2)
πυρεταίνοντάς τινας ἤδη πεπαῦσθαι ἀπ᾿ αὐτοῦ, καὶ μὰ τὸν Δἴ οὐδὲν ἄπιστον, ὃς ὅλην ποτὲ ἰάσατο τὴν πόλιν.
(루키아노스, Scytha 5:1)
ἐπετίμησεν δὲ ὁ Ιἠσοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
(ΚΑΤΑ ΛΟΥΚΑΝ, chapter 3 435:2)
καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
(ΚΑΤΑ ΛΟΥΚΑΝ, chapter 14 5:1)
καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν.
(ΚΑΤΑ ΛΟΥΚΑΝ, chapter 14 397:2)
ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι, πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν.
(πράξεις ἀποστόλων, chapter 19 342:1)
τὸν δὲ ἐν Ποροσελήνῃ δελφῖνα τῷ παιδὶ σῶστρα ἀποδιδόντα, ὅτι συγκοπέντα ὑπὸ ἁλιέων αὐτὸν ἰάσατο, τοῦτον τὸν δελφῖνα εἶδον καὶ καλοῦντι τῷ παιδὶ ὑπακούοντα καὶ φέροντα, ὁπότε ἐποχεῖσθαί οἱ βούλοιτο.
(파우사니아스, Description of Greece, Λακωνικά, chapter 25 11:3)
ἀλλὰ ἔγωγε μάλιστα ἐθαύμασα αὐτοῦ πρῶτον μὲν τοῦτο, ὡς ἡδέως καὶ εὐμενῶς καὶ ἀγαμένως τῶν νεανίσκων τὸν λόγον ἀπεδέξατο, ἔπειτα ἡμῶν ὡς ὀξέως ᾔσθετο ὃ πεπόνθεμεν ὑπὸ τῶν λόγων, ἔπειτα ὡς εὖ ἡμᾶς ἰάσατο καὶ ὥσπερ πεφευγότας καὶ ἡττημένους ἀνεκαλέσατο καὶ προύτρεψεν πρὸς τὸ παρέπεσθαί τε καὶ συσκοπεῖν τὸν λόγον.
(플라톤, Euthyphro, Apology, Crito, Phaedo, Φαίδων 538:2)
ἀθυμοῦντος δὲ τοῦ Περικλέους ἡ θεὸς ὄναρ φανεῖσα συνέταξε θεραπείαν, ᾗ χρώμενος ὁ Περικλῆς ταχὺ καὶ ῥᾳδίως ἰάσατο τὸν ἄνθρωπον.
(플루타르코스, Περικλῆς, chapter 13 8:2)
προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον.?
(70인역 성경, 창세기 20:17)

SEARCH

MENU NAVIGATION