- 문장 내 검색

헬라어 문장 내 검색 Language

ἰατρεῖα δ εἰς τὸ μέσον κατεστήσατο, καὶ φιλοτεχνεῖν ἀνέθηκεν ἑαυτῷ νύκτα καὶ ἡμέραν, ὑπὲρ εὐθυμίας τῶν ἀεὶ δεομένων τε καὶ δεησομένων.?
(아리스티데스, 아일리오스, 연설, Λαλιὰ εἰς Ἀσκληπιόν 3:2)
ἥ τε γὰρ παιδιὰ χάριν ἀναπαύσεώς ἐστι, τὴν δ ἀνάπαυσιν ἀναγκαῖον ἡδεῖαν εἶναι τῆς γὰρ διὰ τῶν πόνων λύπης ἰατρεία τίς ἐστιν, καὶ τὴν διαγωγὴν ὁμολογουμένως δεῖ μὴ μόνον ἔχειν τὸ καλὸν ἀλλὰ καὶ τὴν ἡδονήν τὸ γὰρ εὐδαιμονεῖν ἐξ ἀμφοτέρων τούτων ἐστίν:
(아리스토텔레스, 정치학, Book 8 61:1)
τοὺς εἰς τὰ ἰατρεῖα αὐτοὺς βαδίζοντας ἐπὶ φαρμακοποσίᾳ ἀγνοεῖν οἰόμεθα ὅτι μετ ὀλίγον ὕστερον καὶ ἐπὶ πολλὰς ἡμέρας ἕξουσιν τοιοῦτον τὸ σῶμα, οἱο῀ν εἰ διὰ τέλους ἔχειν μέλλοιεν, ζῆν οὐκ ἂν δέξαιντο·
(플라톤, Laws, book 1 133:3)
ἀκολασίας δὲ καὶ νόσων πληθυουσῶν ἐν πόλει ἆρ οὐ δικαστήριά τε καὶ ἰατρεῖα πολλὰ ἀνοίγεται, καὶ δικανική τε καὶ ἰατρικὴ σεμνύνονται, ὅταν δὴ καὶ ἐλεύθεροι πολλοὶ καὶ σφόδρα περὶ αὐτὰ σπουδάζωσιν·
(플라톤, Republic, book 3 402:1)
αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων.
(플루타르코스, De cohibenda ira, section 121)
αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων.
(플루타르코스, De cohibenda ira, section 121)
"ὅτι γὰρ ἡ περὶ τὴν ψυχὴν ἰατρεία, δίκη δὲ καὶ δικαιοσύνη προσαγορευομένη, πασῶν ἐστι τεχνῶν μεγίστη, πρὸς μυρίοις ἑτέροις καὶ Πίνδαρος ἐμαρτύρησεν, ἀριστοτέχναν ἀνακαλούμενος τὸν ἄρχοντα καὶ κύριον ἁπάντων θεόν, ὡς δὴ δίκης ὀ`ντα δημιουργόν, ᾗ προσήκει τὸ πότε καὶ πῶς καὶ μέχρι πόσου κολαστέον ἕκαστον τῶν πονηρῶν ὁρίζειν.
(플루타르코스, De sera numinis vindicta, section 47)
ὧν δὲ μεῖζόν ἐστιν ἔργον ἡ περὶ τὴν κακίαν ἰατρεία, τούτους Δίκῃ μετὰ τὴν τελευτὴν ὁ δαίμων παραδίδωσι:
(플루타르코스, De sera numinis vindicta, section 22 28:1)
ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ράβδου, ἀθῷος ἔσται ὁ πατάξας. πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα.
(70인역 성경, 탈출기 21:19)
καὶ μετὰ ταῦτα πάντα ἐπάταξεν αὐτὸν Κύριος εἰς τὴν κοιλίαν μαλακίαν, ᾗ οὐκ ἔστιν ἰατρεία.
(70인역 성경, 역대기 하권 21:18)
οὐκ ἔστιν ἔτι ἰατρεία Μωάβ, γαυρίαμα ἐν Ἐσεβών. ἐλογίσαντο ἐπ αὐτὴν κακά. ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους, καὶ παῦσιν παύσεται, ὄπισθέν σου βαδιεῖται μάχαιρα.
(70인역 성경, 예레미야서 31:2)
καὶ ἀρίστους δὲ καὶ θεοφιλεστάτους ἔφη εἶναι ἐν μὲν γεωργίᾳ τοὺς τὰ γεωργικὰ εὖ πράττοντας, ἐν δ ἰατρείᾳ τοὺς τὰ ἰατρικά, ἐν δὲ πολιτείᾳ τοὺς τὰ πολιτικά:
(크세노폰, Memorabilia, Ἀπομνημονευμάτων Γ?, chapter 9 21:1)

SEARCH

MENU NAVIGATION