- 문장 내 검색

헬라어 문장 내 검색 Language

τὸ δὲ λοιπὸν ᾐών ἐστιν ἑλώδης καὶ δασεῖα καλάμῳ καὶ δένδροις.?
(디오, 크리소토모스, 연설 (2), ΒΟΡΥΣΘΕΝΙΤΙΚΟΣ ΟΝ ΑΝΕΓΝΩ ΕΝ ΤΗΙ ΠΑΤΡΙΔΙ. 5:1)
περιέχει γὰρ ταύτην ἀπὸ στηλῶν ἀρξαμένοις Λιβύη τε καὶ Αἴγυπτος καὶ Φοινίκη, ἑξῆς δὲ ἡ πέριξ τῆς Κύπρου, εἶτα Σόλυμοι καὶ Λύκιοι καὶ Κᾶρες, μετὰ δὲ τούτους ἡ μεταξὺ Μυκάλης καὶ τῆς Τρῳάδος ᾐὼν καὶ αἱ προκείμεναι νῆσοι:
(스트라본, 지리학, book 1, chapter 1 20:2)
πλὴν γὰρ τῆς Καράμβιος ἥ γε ἄλλη πᾶσα ᾐὼν μικρὰς ἔχει εἰσοχάς τε καὶ ἐξοχὰς ὥστ εὐθείᾳ ἐοικέναι, τὴν δὲ λοιπὴν τῷ κέρατι τοῦ τόξου διττὴν ἔχοντι τὴν ἐπιστροφήν, τὴν μὲν ἄνω περιφερεστέραν τὴν δὲ κάτω εὐθυτέραν:
(스트라본, 지리학, book 2, chapter 5 44:10)
κάμψαντι δὲ τὸ Μισηνὸν λιμὴν εὐθὺς ὑπὸ τῇ ἄκρᾳ, καὶ μετὰ τοῦτον ἐγκολπίζουσα ᾐὼν εἰς βάθος, ἐν ᾗ αἱ Βαῖαι καὶ τὰ θερμὰ ὕδατα τὰ καὶ πρὸς τρυφὴν καὶ πρὸς θεραπείαν νόσων ἐπιτήδεια.
(스트라본, 지리학, book 5, chapter 4 10:2)
οὕτω γὰρ ἡ ᾐὼν παρακλίνει προϊοῦσιν ἀπὸ τῆς Κατάνης ἐπὶ τὰς Συρακούσσας καὶ τὸν Πάχυνον.
(스트라본, 지리학, Book 6, chapter 2 2:28)
ἐντεῦθεν δὲ παρεκτείνουσα ἡ ᾐὼν μέχρι Παγῶν τῆς Μεγαρίδος κλύζεται μὲν ὑπὸ τοῦ Κορινθιακοῦ κόλπου, κοίλη δ ἐστὶ καὶ ποιεῖ τὸν δίολκον πρὸς τὴν ἑτέραν ᾐόνα τὴν κατὰ Σχοινοῦντα πλησίον ὄντα τῶν Κεγχρεῶν.
(스트라본, 지리학, Book 8, chapter 6 35:5)
ὁ δὲ Αἰγιαλὸς ἔστι μὲν ᾐὼν μακρὰ πλειόνων ἢ ἑκατὸν σταδίων, ἔχει δὲ καὶ κώμην ὁμώνυμον, ἧς μέμνηται ὁ ποιητὴς ὅταν φῇ Κρῶμνάν τ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
(스트라본, 지리학, Book 12, chapter 3 20:8)
εἶτα Ῥοίτειον πόλις ἐπὶ λόφῳ κειμένη καὶ τῷ Ῥοιτείῳ συνεχὴς ᾐὼν ἁλιτενής, ἐφ ᾗ μνῆμα καὶ ἱερὸν Αἰάντος καὶ ἀνδριάς, ὃν ἄραντος Ἀντωνίου κομισθέντα εἰς Αἴγυπτον ἀπέδωκε τοῖς Ῥοιτειεῦσι πάλιν, καθάπερ καὶ ἄλλοις ἄλλους, ὁ Σεβαστὸς Καῖσαρ.
(스트라본, 지리학, Book 13, chapter 1 52:1)
ᾐὼν γάρ ἐστι κολπώδης, ἄκρας εἰς τὸ πέλαγος προβεβλημένη δύο:?
(스트라본, 지리학, book 17, chapter 1 12:6)

SEARCH

MENU NAVIGATION