- 문장 내 검색

헬라어 문장 내 검색 Language

πάντα δὲ γίνεσθαι καθ εἱμαρμένην καὶ διὰ τῆς ἐναντιοδρομίας ἡρμόσθαι τὰ ὄντα:?
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, Q, Kef. a'. HRAKLEITOS 7:3)
ἡ δ ὅλη τοῦ ναοῦ οἰκοδομία κατὰ πολλὴν τέχνην ἐκ λίθων ἀκροτόμων ἐγένετο συντεθέντων ἁρμονίως πάνυ καὶ λείως, ὡς μήτε σφύρας μήτε ἄλλου τινὸς ἐργαλείου τεκτονικοῦ τοῖς κατανοοῦσιν ἐργασίαν δηλοῦσθαι, ἀλλὰ δίχα τῆς τούτων χρήσεως πᾶσαν ἡρμόσθαι τὴν ὕλην προσφυῶς, ὡς ἑκούσιον τὴν ἁρμονίαν αὐτῆς δοκεῖν μᾶλλον ἢ τῆς τῶν ἐργαλείων ἀνάγκης.
(플라비우스 요세푸스, Antiquitates Judaicae, Book 8 88:1)
Χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει, μοῦνον δὲ, μὴ ἀπῃωρημένα, μηδὲ κινεύμενα ἔστω‧ ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν, ὀλίγοισι, μὴ ἄγαν ψυχροῖσι, ψῦχος γὰρ ἐν τοῖσι τοιούτοισι σπασμὸν ἐπικαλέεται‧ ἐπιτήδεια δὲ καὶ φύλλα σεύτλων, ἢ βηχίου, ἢ ἄλλου τινὸς τῶν τοιουτέων, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἡμίεφθα ἐπιτιθέντα ἰητρεύειν ἐπί τε τὸ ἕλκος, ἐπί τε τὰ περιέχοντα, κηρωτῇ δὲ χλιερῇ ἐπιχρίειν αὐτὸ τὸ ἕλκος‧ ἢν δὲ ἡ ὡρ´η χειμερινὴ ἐῄ, καὶ ἔρια Ῥυπαρὰ οἴνῳ καὶ ἐλαίῳ καταῤῬαίνοντα χλιεροῖσιν ἄνωθεν ἐπιτέγγειν‧ καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδε περιπλάσσειν‧ εὖ γὰρ εἰδέναι χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν ἐστιν.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΡΘΡΩΝ, 63.5)
Ἢν δὲ ἐπιδεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέχθαι δὲ μή‧ φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 26.8)
Τοὺς δὲ χρόνους τοὺς αὐτοὺς μὲν χρὴ εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι, τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ καὶ ἐν τοῖσι πρόσθεν εἴρηται.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 26.9)
Τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖσιν ἀκραίοις πάνυ χαλαροῖσι, καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω, καὶ πεπιέχθαι μὲν μηδαμῇ, ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος, τὰ δὲ ἄλλα ἐπὶ ἧσσον.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., ΠΕΡΙ ΑΓΜΩΝ., 27.5)
Ἐς μὲν οὖν ταῦτα νόμος‧ ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος‧ πίεξις μὲν, ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλὰ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα, ἥκιστα δὲ τὰ μέσα.
(히포크라테스, Oeuvres Completes D'Hippocrate., KAT' IHTREION., 8.3)
πᾶς ^ δὲ ὁ τόνος τοῦ φθέγματος οἱο῀ς ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλ οἱο῀ς γένοιτ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περιβομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν.
(루키아노스, Imagines, (no name) 13:3)
ἀτὰρ εἰ νῷν ἐχόντοιν ἑκατέρου λύραν ἔφη αὐτὰς ἡρμόσθαι ὁμοίως, πότερον εὐθὺς ἂν ἐπιστεύομεν ἢ ἐπεσκεψάμεθ ἂν εἰ μουσικὸς ὢν λέγει·
(플라톤, Cratylus, Theaetetus, Sophist, Statesman, Θεαίτητος 19:1)
καὶ τὴν μὲν ἡρμόσθαι, τὴν ἀγαθήν, καὶ ἔχειν ἐν αὑτῇ ἁρμονίᾳ οὔσῃ ἄλλην ἁρμονίαν, τὴν δὲ ἀνάρμοστον αὐτήν τε εἶναι καὶ οὐκ ἔχειν ἐν αὑτῇ ἄλλην·
(플라톤, Euthyphro, Apology, Crito, Phaedo, Φαίδων 616:3)
τὴν δέ γε μηδὲν μᾶλλον μηδὲ ἧττον ἁρμονίαν οὖσαν μήτε μᾶλλον μήτε ἧττον ἡρμόσθαι:
(플라톤, Euthyphro, Apology, Crito, Phaedo, Φαίδων 621:1)
οὐκοῦν ἡρμόσθαι δεῖ αὐτὰς πρὸς ἀλλήλας·?
(플라톤, Republic, book 3 506:1)

SEARCH

MENU NAVIGATION