- 문장 내 검색

헬라어 문장 내 검색 Language

καὶ νῦν ἐγὼ κατὰ τοῦτον τὸν νόμον ἥκω πρὸς ὑμᾶς.?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 323)
"μὴ γὰρ ὅτι, εἰ πέπρακταί μοι τι τούτων, ἀλλ εἰ δοκῶ ὑμῖν παραπλησίως βεβιωκέναι ταῖς λεγομέναις ὑπὸ τούτου αἰτίαις, ἀβίωτον ἡγούμενος ἐμαυτῷ τὸν λοιπὸν βίον, παραδίδωμι τὴν εἰς ἐμαυτὸν τιμωρίαν ἐναπολογήσασθαι τῇ πόλει πρὸς τοὺς Ἕλληνας, οὐδ ἥκω παραιτησόμενος ὑμᾶς, ἀλλὰ καταχρήσασθέ μοι, εἰ δοκῶ τοιοῦτος εἶναι.
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 1222)
οὓς ἐγὼ δεῦρο ἥκω μετὰ τῶν ἄλλων κομίζων, ἑνὸς ἐρωτήματος ἕνεκα καὶ τεκμηρίου πρὸς τοὺς δικαστάς, ὃ νῦν δὴ ἐρήσομαι.
(아이스키네스, 연설, περὶ τῆς Παραπρεσβείας, section 1522)
ἐγὼ δὲ πεπιστευκὼς ἥκω πρῶτον μὲν τοῖς θεοῖς, ἔπειτα τοῖς νόμοις καὶ ὑμῖν, ἡγούμενος οὐδεμίαν παρασκευὴν μεῖζον ἰσχύειν παρ ὑμῖν τῶν νόμων καὶ τῶν δικαίων.
(아이스키네스, 연설, κατὰ Κτησιφῶντος, section 1 1:2)
ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος:
(아이스킬로스, 아가멤논, episode1)
ἄνασς Ἀθάνα, Λοξίου κελεύμασιν ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα, οὐ προστρόπαιον οὐδ ἀφοίβαντον χέρα, ἀλλ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
(아이스킬로스, 에우메니데스, episode 1:15)
ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.
(아이스킬로스, Libation Bearers, episode 1:2)
ἄγγελλε τοῖσι κυρίοισι δωμάτων, πρὸς οὕσπερ ἥκω καὶ φέρω καινοὺς λόγους.
(아이스킬로스, Libation Bearers, episode7)
ἥκω μὲν οὐκ ἄκλητος, ἀλλ ὑπάγγελος:
(아이스킬로스, Libation Bearers, episode1)
ὅμως δ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ ἥκω.
(아이스킬로스, 페르시아인들, episode, anapests6)
ἥκω δολιχῆς τέρμα κελεύθου διαμειψάμενος πρὸς σέ, Προμηθεῦ, τὸν πτερυγωκῆ τόνδ οἰωνὸν γνώμῃ στομίων ἄτερ εὐθύνων:
(아이스킬로스, 결박된 프로메테우스, episode, anapests1)
Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, αὐτὸς κατόπτης δ εἴμ ἐγὼ τῶν πραγμάτων:
(아이스킬로스, 테바이를 공격한 일곱 장수, episode 4:1)
καὶ πρῶτον μὲν ἐνθυμηθῆναι ὅτι νῦν ἐγὼ ἥκω οὐδεμιᾶς μοι ἀνάγκης οὔσης παραμεῖναι, οὔτ ἐγγυητὰς καταστήσας οὔθ ὑπὸ δεσμῶν ἀναγκασθείς, πιστεύσας δὲ μάλιστα μὲν τῷ δικαίῳ, ἔπειτα δὲ καὶ ὑμῖν, γνώσεσθαι τὰ δίκαια καὶ μὴ περιόψεσθαί με ἀδίκως ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν διαφθαρέντα, ἀλλὰ πολὺ μᾶλλον σώσειν δικαίως κατά τε τοὺς νόμους τοὺς ὑμετέρους καὶ τοὺς ὁρ´κους οὓς ὑμεῖς ὀμόσαντες μέλλετε τὴν ψῆφον οἴσειν.
(안도키데스, 연설, Περὶ τῶν μυστηρίων 4:1)
ἥκω δὲ οὐ λῃστεύσων ἔγωγε ἀλλὰ νικήσων, οὐδὲ χρηματιούμενος πρὸ τῆς νίκης, ἀλλὰ τοὺς ἐχθροὺς πρῶτον ἐξεργασόμενος.
(아피아노스, The Foreign Wars, chapter 17 5:10)
ἔγωγ οὖν πρὸς τοσοῦτον ἥκω τοῦ πιστεύειν ἑτέρῳ μελήσειν, ὥστ οὐκ οἶδ ὅντινα τρόπον αὐτοσχεδιάζω, πλὴν ὅσον οὐκ ἀπὸ στόματος παντελῶς, ἀλλὰ γράφων ἔτι.
(아리스티데스, 아일리오스, 연설, Πανηγυρικὸς ἐν Κυζίκῳ περὶ τοῦ ναοῦ? 1:7)

SEARCH

MENU NAVIGATION