- 문장 내 검색

헬라어 문장 내 검색 Language

τυγχάνει μὲν γὰρ ἡλικιώτης ὢν ἐμὸς καὶ συνέφηβος, καὶ ἔστιν ἡμῖν τουτὶ πέμπτον καὶ τετταρακοστὸν ἔτος:?
(아이스키네스, 연설, κατὰ Τιμάρχου, section 495)
ἔτι δὲ τοσούτων ὑμῶν ὄντων, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἄλλων Ἀθηναίων πολλῶν, ἄλλος μὲν οὐδεὶς αὐτῷ παραγενέσθαι μεμαρτύρηκε, Τιμοκράτης δὲ μόνος, ὥσπερ ἀπὸ μηχανῆς, μαρτυρεῖ μὲν δεκάτην ἑστιᾶσαι τούτῳ τὸν ἐμὸν πατέρα, ἡλικιώτης ὢν τοῦ νυνὶ φεύγοντος τὴν δίκην, φησὶν δὲ πάντα ἁπλῶς εἰδέναι ἃ δὴ τούτοις συμφέρει, μαρτυρεῖ δὲ νυνὶ μόνος Κρίτωνι παρεῖναι, ὅτε παρ ἐμοῦ τὴν οἰκίαν ἐωνεῖτο.
(데모스테네스, Speeches 31-40, Πρὸς Βοιωτὸν περὶ Προικὸς Μητρῴας. 71:1)
Νικόστρατος γὰρ οὑτοσί, ὦ ἄνδρες δικασταί, γείτων μοι ὢν ἐν ἀγρῷ καὶ ἡλικιώτης, γνωρίμως μέν μοι εἶχεν καὶ πάλαι, ἐπειδὴ δὲ ἐτελεύτησεν ὁ πατὴρ καὶ ἐγὼ ἐν ἀγρῷ κατῴκουν, οὗπερ καὶ νῦν οἰκῶ, καὶ μᾶλλον ἀλλήλοις ἤδη ἐχρώμεθα διὰ τὸ γείτονές τε εἶναι καὶ ἡλικιῶται.
(데모스테네스, Speeches 51-61, Πρὸς Νικόστρατον Περὶ Ἀνδραπόδων Ἀπογραφῆς Ἀρεθουσίου 6:1)
Παραπαίεις, ὦ γέρον, καὶ μειρακιεύῃ πρὸς τὸ χρεών, καὶ ταῦτα ηλικιώτης ὢν τοῦ πορθμέως.
(루키아노스, Dialogi mortuorum, Διογένης καὶ Ἀντισθένης καὶ Κράτης. 17:6)
ἔφη γάρ, Ὦ Πάμφιλε, ὁ μὲν ἡλικιώτης σοι Χαρμίδης τοῦ γείτονος Αρισταινέτου υἱὸς γαμεῖ ἤδη καὶ σωφρονεῖ, σὺ δὲ μέχρι τίνος ἑταίρᾳ σύνει·
(루키아노스, Dialogi meretricii, Μύρτιον καὶ Πάμφιλος και Δῶρις. 4:4)
οὐ καλὸς ἦν καὶ ἀστεῖος καὶ ἡλικιώτης Χαιρέου·
(루키아노스, Dialogi meretricii, μήτηρ καὶ Μουσάριον. 3:12)
ἀλλ ὅταν ἀναμνησθῶ τοῦ γέροντος ἐκείνου Ἡρακλέους, πάντα ποιεῖν προάγομαι καὶ οὐκ αἰδοῦμαι τοιαῦτα τολμῶν ἡλικιώτης ὢν τῆς εἰκόνος.
(루키아노스, Hercules, Προλαλία. Ἡρακλῆς 7:5)
δεόμεθα οὖν ὑμῶν πρὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἑκάστῳ, ὅτῳ μὲν εἰσὶν ὑεῖς, τούτων ἕνεκα ἐλεῆσαι, ὅστις <δ> ἡμῖν ἡλικιώτης τυγχάνει ἢ τῷ πατρί, ἐλεήσαντας ἀποψηφίσασθαι:
(리시아스, Speeches, Ὑπὲρ Πολυστράτου 43:1)
πάντως δὲ πάρεισιν αὐτῶν πολλοὶ ἐνταυθοῖ οὓς ἐγὼ ὁρῶ, πρῶτον μὲν Κρίτων οὑτοσί, ἐμὸς ἡλικιώτης καὶ δημότης, Κριτοβούλου τοῦδε πατήρ, ἔπειτα Λυσανίας ὁ Σφήττιος, Αἰσχίνου τοῦδε πατήρ, ἔτι δ Ἀντιφῶν ὁ Κηφισιεὺς οὑτοσί, Ἐπιγένους πατήρ, ἄλλοι τοίνυν οὗτοι ὧν οἱ ἀδελφοὶ ἐν ταύτῃ τῇ διατριβῇ γεγόνασιν, Νικόστρατος Θεοζοτίδου, ἀδελφὸς Θεοδότου - καὶ ὁ μὲν Θεόδοτος τετελεύτηκεν, ὥστε οὐκ ἂν ἐκεῖνός γε αὐτοῦ καταδεηθείη - καὶ Παράλιος ὅδε, ὁ Δημοδόκου, οὗ ἦν Θεάγης ἀδελφός:
(플라톤, Euthyphro, Apology, Crito, Phaedo, Ἀπολογία Σωκράτους 162:2)
ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μού εἰμι νεώτερος, τῇ δὲ διανοίᾳ ἡλικιώτης.?
(70인역 성경, Liber Maccabees IV 11:14)

SEARCH

MENU NAVIGATION