- 문장 내 검색

헬라어 문장 내 검색 Language

ὁ γὰρ οἰο῀ς ἐν οὔρεσι δένδρεα τέμνων δή ποθ ἁμαδρυάδος νύμφης ἀθέριξε λιτάων, ἥ μιν ὀδυρομένη ἀδινῷ μειλίσσετο μύθῳ, μὴ ταμέειν πρέμνον δρυὸς ἥλικος, ᾗ ἔπι πουλὺν αἰῶνα τρίβεσκε διηνεκές:?
(아폴로도로스, 아르고나우티카, book 2 8:6)
μικρὸς ἡλίκος Μόλων.
(아리스토파네스, Frogs, Prologue 2:27)
νῦν δὲ τὸ μὲν παρὸν ἀεὶ προϊέμενοι, τὰ δὲ μέλλοντ αὐτόματ οἰόμενοι σχήσειν καλῶς, ηὐξήσαμεν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππον ἡμεῖς καὶ κατεστήσαμεν τηλικοῦτον ἡλίκος οὐδείς πω βασιλεὺς γέγονεν Μακεδονίας.
(데모스테네스, Speeches, Ὀλυνθιακὸς Α 11:2)
πρῶτον μέν, εἴ τις, ὦ ἄνδρες Ἀθηναῖοι, θαρρεῖ, ὁρῶν ἡλίκος ἤδη καὶ ὅσων κύριός ἐστι Φίλιππος, καὶ μηδέν οἰέται κίνδυνον φέρειν τοῦτο τῇ πόλει μηδ ἐφ ὑμᾶς πάντα παρασκευάζεσθαι, θαυμάζω, καὶ δεηθῆναι πάντων ὁμοίως ὑμῶν βούλομαι τοὺς λογισμοὺς ἀκοῦσαί μου διὰ βραχέων, δι οὓς τἀναντί ἐμοὶ παρέστηκε προσδοκᾶν καὶ δι ὧν ἐχθρὸν ἡγοῦμαι Φίλιππον:
(데모스테네스, Speeches, Κατὰ Φιλίππου Β 8:1)
ἀλλ ὅμως ἐκεῖνοι, τέως μὲν ἑώρων αὐτὸν τηλικοῦτον ἡλίκος ὢν πιστὸς ὑπῆρχεν, σύμμαχοί τ ἦσαν καὶ δι ἐκεῖνον ἡμῖν ἐπολέμουν, ἐπειδὴ δ εἶδον μείζω τῆς πρὸς αὑτοὺς πίστεως γιγνόμενον, τοσοῦτ ἀπέχουσι τοῦ ψηφίσασθαι, ἐάν τις ἀποκτείνῃ τινὰ τῶν ἐκείνῳ συγκατεσκευακότων τὴν ἀρχήν, ἐκ τῶν ἑαυτῶν συμμάχων ἀγώγιμον εἶναι, ὥσθ ὑμᾶς, οὓς ἴσασιν ἁπάντων ἀνθρώπων ἥδιστ ἂν καὶ τοὺς ἐκείνου φίλους καὶ αὐτὸν τὸν Φίλιππον ἀποκτείναντας, φίλους πεποίηνται, φασὶ δὲ καὶ συμμάχους ποιήσεσθαι.
(데모스테네스, Speeches 21-30, Κατὰ Ἀριστοκράτους 158:1)
ὑπόλοιπον ἡμῖν, ὦ Ἀθηναῖοι, καὶ ταῦτ ἀγωνιζομένοις ἀγῶνα τηλικοῦτον ἡλίκος οὐδεπώποτε γέγονε τῇ πόλει, κοινῇ πᾶσιν ὑμῖν παρακελεύεσθαι, πρῶτον μὲν τοῖς λοιποῖς ἡμῖν συγγνώμην ἔχειν, ἂν τῶν αὐτῶν ἐνίοις περιπίπτωμεν - οὐ γὰρ ἵν ἐνοχλῶμεν ὑμᾶς, ἀλλ ἵν ὀργίζεσθαι μᾶλλον παροξύνωμεν, δὶς περὶ τῶν αὐτῶν ἐροῦμεν - , ἔπειτα μὴ προΐεσθαι τὰ κοινὰ τῆς πόλεως ἁπάσης δίκαια, μηδὲ τὴν κοινὴν σωτηρίαν ἀντικαταλλάξασθαι τῶν τοῦ κρινομένου λόγων.
(디나르코스, 연설, Κατὰ Δημοσθένους 3:1)
Ἡρόδοτος δέ φησι τὸν Νεῖλον εἶναι μὲν φύσει τηλικοῦτον ἡλίκος γίνεται κατὰ τὴν πλήρωσιν, ἐν δὲ τῷ χειμῶνι τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν πολλὴν ὑγρασίαν ἐκ τοῦ Νείλου, καὶ διὰ τοῦτο περὶ τοὺς καιροὺς τούτους παρὰ φύσιν ἐλάττονα γίνεσθαι τὸν ποταμόν:
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 38 8:1)
ἐν ἐνίοις δὲ τόποις καὶ τὴν ἑαυτοῦ κατεσκεύασεν εἰκόνα λιθίνην, τόξα καὶ λόγχην ἔχουσαν, τῷ μεγέθει τέτταρσι παλαισταῖς μείζονα τῶν τεττάρων πηχῶν, ἡλίκος ὢν καὶ αὐτὸς ἐτύγχανεν.
(디오도로스 시켈로스, Bibliotheca Historica, book 1, chapter 55 9:1)
μιᾷ γὰρ σκέψει ἐπικοινωνεῖν αὐτοῦ καὶ τοὺς ἀπὸ τῶν μαθημάτων, καθ ἣν ζητοῦσι περί τε τῶν ἀπλανῶν καὶ τῶν πλανωμένων, οἱο῀ν εἰ ὁ ἥλιός ἐστι τηλικοῦτος ἡλίκος φαίνεται, καὶ ὁμοίως εἰ ἡ σελήνη, καὶ περὶ δινήσεως καὶ τῶν ὁμοίων τούτοις ζητημάτων.
(디오게네스 라에르티오스, Lives of Eminent Philosophers, ISTORIWN Z, Kef. a'. ZHNWN 132:4)
τοιγάρτοι διέμειναν ἐν πολλαῖς γενεαῖς οὐδὲν διαφέρουσαι συγγενικῶν ἀναγκαιοτήτων αἱ τῶν πελατῶν τε καὶ προστατῶν συζυγίαι παισὶ παίδων συνιστάμεναι, καὶ μέγας ἔπαινος ἦν τοῖς ἐκ τῶν ἐπιφανῶν οἴκων ὡς πλείστους πελάτας ἔχειν τάς τε προγονικὰς φυλάττουσι διαδοχὰς τῶν πατρωνειῶν καὶ διὰ τῆς ἑαυτῶν ἀρετῆς ἄλλας ἐπικτωμένοις, ὅ τε ἀγὼν τῆς εὐνοίας ὑπὲρ τοῦ μὴ λειφθῆναι τῆς ἀλλήλων χάριτος ἔκτοπος ἡλίκος ἀμφοτέροις ἦν τῶν μὲν πελατῶν ἅπαντα τοῖς προστάταις ἀξιούντων ὡς δυνάμεως εἶχον ὑπηρετεῖν, τῶν δὲ πατρικίων ἥκιστα βουλομένων τοῖς πελάταις ἐνοχλεῖν χρηματικήν τε οὐδεμίαν δωρεὰν προσιεμένων:
(디오니시오스, Antiquitates Romanae, book 2, chapter 10 6:1)
ἢ τίς ἔλεγχος ἠνέχθη κατ αὐτῶν, ἡλίκος ἀποδείκνυσιν τοῦτον ἐπίβουλον·
(플라비우스 요세푸스, De bello Judaico libri vii, Φλαυίου Ιὠσήπου ἱστορία Ιοὐδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους βιβλίον α. 879:2)
εἶπον δὲ καὶ ἡλίκος ὁ κίνδυνος, εἰ μὴ ὀρθὴν ἐλαύνοι:
(루키아노스, Dialogi deorum, Ζευς, Ἥλιος. 4:2)
ἀναλελογίσθαι, ἡλίκος ἂν ὁ πᾶς λέων γένοιτο κατ᾿ ἀξίαν τοῦ ὄνυχος ἀναπλασθείς.
(루키아노스, Ἑρμότιμος, Λυκῖνος 111:1)
τὰ δ᾿ ἄλλα ἡλίκος μὲν ὁ ἱστός, ὅσην δὲ ἀνέχει τὴν κεραίαν, οἱῴ καὶ προτόνῳ κέχρηται καὶ συνέχεται, ὡς δὲ ἡ πρύμνα μὲν ἐπανέστηκεν ἠρέμα καμπύλη χρυσοῦν χηνίσκον ἐπικειμένη, καταντικρὺ δὲ ἀνάλογον ἡ πρῷρα ὑπερβέβηκεν ἐς τὸ πρόσω ἀπομηκυνομένη, τὴν ἐπώνυμον τῆς νεὼς θεὸν ἔχουσα τὴν Ἶσιν ἑκατέρωθεν:
(루키아노스, Λυκῖνος, Τιμόλαος, Σάμιππος, Ἀδείμαντος 10:2)
οἶδα γάρ, ἡλίκος ὁ κίνδυνος, εἰ κατὰ τῶν πετρῶν κυλίοι τις, καὶ μάλιστα οἱο῀ν τοὐμὸν τοῦτο πιθάκνιον οὐδὲ πάνυ καρτερῶς κεκεραμευμένον:?
(루키아노스, Quomodo historia conscribenda sit, chapter 43)

SEARCH

MENU NAVIGATION