- 문장 내 검색

헬라어 문장 내 검색 Language

δείσασα γὰρ γραῦς οὐδέν, ἀντίπαις μὲν οὖν.?
(아이스킬로스, 에우메니데스, episode 3:2)
εἰ μή πέρ γ ἅμα αὑτὴ γένοιτ ἂν γραῦς τε καὶ νέα γυνή.
(아리스토파네스, Clouds, Lyric-Scene, iambics9)
πότερον πίθηκος ἀνάπλεως ψιμυθίου, ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων·
(아리스토파네스, Ecclesiazusae, Lyric-Scene, antistrophe 2 3:22)
οὐκ ἢν ἑτέρα γε γραῦς ἔτ αἰσχίων φανῇ.
(아리스토파네스, Ecclesiazusae, Lyric-Scene, antistrophe 2 3:29)
ἔπειτ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ ἂν ἀργόν, ἀλλ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον, χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.
(아리스토파네스, Frogs, Agon, Epirrheme 1:6)
ταῖς μὲν ἄλλαις γὰρ χύτραις ἡ γραῦς ἔπεστ ἀνωτάτω, ταύτης δὲ νῦν τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι.
(아리스토파네스, Plutus, Episode29)
εὔχεσθε τοῖς θεοῖσι τοῖς Ὀλυμπίοις καὶ ταῖς Ὀλυμπίαισι καὶ τοῖς Πυθίοις καὶ ταῖσι Πυθίαισι καὶ τοῖς Δηλίοις καὶ ταῖσι Δηλίαισι τοῖς <τ> ἄλλοις θεοῖς, εἴ τις ἐπιβουλεύει τι τῷ δήμῳ κακὸν τῷ τῶν γυναικῶν ἢ πικηρυκεύεται Εὐριπίδῃ Μήδοις <τ> ἐπὶ βλάβῃ τινὶ τῇ τῶν γυναικῶν, ἢ τυραννεῖν ἐπινοεῖ ἢ τὸν τύραννον συγκατάγειν, ἢ παιδίον ὑποβαλλομένης κατεῖπεν, ἢ δούλη τινὸς προαγωγὸς οὖς ἐνετρύλλισεν τῷ δεσπότῃ ἢ πεμπομένη τις ἀγγελίας ψευδεῖς φέρει, ἢ μοιχὸς εἴ τις ἐξαπατᾷ ψευδῆ λέγων καὶ μὴ δίδωσιν ἃν ὑπόσχηταί ποτε, ἢ δῶρά τις δίδωσι μοιχῷ γραῦς γυνή, ἢ καὶ δέχεται προδιδοῦς ἑταίρα τὸν φίλον, κεἴ τις κάπηλος ἢ καπηλὶς τοῦ χοῶς ἢ τῶν κοτυλῶν τὸ νόμισμα διαλυμαίνεται, κακῶς ἀπολέσθαι τοῦτον αὐτὸν κᾠκίαν ἀρᾶσθε, ταῖς δ ἄλλαισιν ὑμῖν τοὺς θεοὺς εὔχεσθε πάσαις πολλὰ δοῦναι κἀγαθά.
(아리스토파네스, Thesmophoriazusae, Parodos, lyric 1:1)
τὸ δ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον, ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον:
(아리스토파네스, Thesmophoriazusae, Lyric-Scene, strophe 2 1:28)
εἶθ ἡ μιαρὰ γραῦς, ἣ φερεν τὸ παιδίον, θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει, λέων λέων σοι γέγονεν, αὔτ ἔκμαγμα σόν, τά τ ἄλλ ἁπαξάπαντα καὶ τὸ πόσθιον τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.
(아리스토파네스, Thesmophoriazusae, Lyric-Scene, strophe 2 1:32)
ξένη τίς ἡ γραῦς ἡ κακορροθοῦσά σε·
(아리스토파네스, Thesmophoriazusae, Episode47)
διέβαλλέ μ η γραῦς.
(아리스토파네스, Thesmophoriazusae, Episode67)
γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς χἤδ ἡ χρηστή, πένθ οἱ πάντες, τούτων οἱ τρεῖς δειπνοῦμεν, δύο δ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς.
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 44 2:1)
- ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ, καὶ παραινέσας πέπαικεν, εἶτα μήτηρ δευτέρα, εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων, τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον ὁ δ ἐπινεύει πᾶσι τούτοις, φησὶ Μένανδρος, πάλιν τῆς σκιᾶς τὴν πορφύραν πρῶτον ἐνυφαίνουσ1, εἶτα μετὰ τὴν πορφύραν τοῦτ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα, ἀλλ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
(아테나이오스, The Deipnosophists, Book 2, book 2, chapter 861)
ποτήρι ἡ γραῦς, ἄλλο δ οὐδὲ ἓν βλέπει.
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 32 1:4)
ὅτι δέ ἐστι τὸ ὀξύβαφον εἶδος κύλικος μικρᾶς κεραμέας σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μύστιδι διὰ τούτων γραῦς ἐστι φίλοινος ἐπαινοῦσα κύλικα μεγάλην καὶ ἐξευτελίζουσα τὸ ὀξύβαφον ὡς βραχύ.?
(아테나이오스, The Deipnosophists, Book 11, book 11, chapter 87 1:4)

SEARCH

MENU NAVIGATION