- 문장 내 검색

헬라어 문장 내 검색 Language

μετὰ ταῦτα ἐδόκουν προελθὼν ἔξω τῆς οἰκίας ἅμα νεανίσκῳ τινὶ τῶν ἐπιτηδείων τὴν μὲν λεπτότητα τοῦ ἀέρος γνωρίζειν τε καὶ ἀποδέχεσθαι, μεταβολῶν δὲ πολλῶν δι ὀλίγου γιγνομένων καὶ ἅμα καὶ νότου συμπεσόντος, καὶ τοτὲ μὲν ὡς χειμῶνος, τοτὲ δὲ ὡς θέρμης οὔσης, φάναι ἐπισημαινόμενος ὅτι λεπτὸς μὲν ὁ ἀὴρ οὗτος, ὁ δὲ οἴκοι βεβαιότερος.?
(아리스티데스, 아일리오스, 연설, Ιἑροὶ λόγοι ε# 14:3)
θεοφιλεῖς δὲ ὄντες πότερον στασιάζειν καὶ ταράττεσθαι καὶ κατάραις ἐχθρῶν συζῆν μᾶλλον ἂν οἰέσθε ἢ τοὐναντίον ὡς αἱ τῶν σωφρόνων εὐχαὶ πράττειν, τιμᾶν μὲν τοὺς θεοὺς, γνωρίζειν δὲ ἀλλήλους, εὐθενεῖν δὲ τοῖς ἅπασιν·
(아리스티데스, 아일리오스, 연설, Ῥοδίοις περὶ ὁμονοίας 13:10)
καλὸν μὲν οὖν καὶ τὸ γνωρίζειν ἕκαστον τῶν καλῶν:
(아리스토텔레스, 에우데모스 윤리학, Book 1 64:3)
φανερὸν οὖν ὅτι τὸ αἰσθάνεσθαι καὶ τὸ γνωρίζειν, ὥστε καὶ τὸ συζῆν τὸ συναισθάνεσθαι καὶ τὸ συγγνωρίζειν ἐστίν.
(아리스토텔레스, 에우데모스 윤리학, Book 7 230:3)
ἔστι δὲ τὸ αὑτοῦ αἰσθάνεσθαι καὶ τὸ αὑτὸν γνωρίζειν αἱρετώτατον ἑκάστῳ, καὶ διὰ τοῦτο τοῦ ζῆν πᾶσιν ἔμφυτος ἡ ὄρεξις:
(아리스토텔레스, 에우데모스 윤리학, Book 7 230:4)
εὐλόγως δὴ τὸ ἑαυτοῦ αἰσθάνεσθαι καὶ γνωρίζειν αἱρετώτερον.
(아리스토텔레스, 에우데모스 윤리학, Book 7 233:2)
ἐπεὶ οὖν οὐ κατ αὐτούς ἐσμεν ἕκαστον τούτων, ἀλλὰ κατὰ μετάληψιν τῶν δυνάμεων ἐν τῷ αἰσθάνεσθαι ἢ γνωρίζειν αἰσθανόμενος μὲν γὰρ αἰσθητὸς γίνεται ταύτῃ καὶ κατὰ τοῦτο, καθὰ πρότερον αἰσθάνεται, καὶ ᾗ καὶ οὗ, γνωστὸς δὲ γινώσκων:
(아리스토텔레스, 에우데모스 윤리학, Book 7 236:3)
ὥστε διὰ τοῦτο καὶ ζῆν ἀεὶ βούλεται, ὅτι βούλεται ἀεὶ γνωρίζειν, τοῦτο δὲ ὅτι αὐτὸς εἶναι τὸ γνωστόν.
(아리스토텔레스, 에우데모스 윤리학, Book 7 237:1)
τὸ οὖν τοῦ φίλου αἰσθάνεσθαι τὸ αὑτοῦ πως ἀνάγκη αἰσθάνεσθαι εἶναι, καὶ τὸ <τὸν φίλον γνωρίζειν τὸ> αὑτόν πως γνωρίζειν.
(아리스토텔레스, 에우데모스 윤리학, Book 7 244:1)
αἴτιον δ ὅτι μάλιστα ποιεῖ γνωρίζειν ἡμᾶς αὕτη τῶν αἰσθήσεων καὶ πολλὰς δηλοῖ διαφοράς.
(아리스토텔레스, 형이상학, Book 1 4:1)
τὰ μὲν οὖν ἄψυχα φύσει τινὶ ποιεῖν τούτων ἕκαστον τοὺς δὲ χειροτέχνας δι ἔθος, ὡς οὐ κατὰ τὸ πρακτικοὺς εἶναι σοφωτέρους ὄντας ἀλλὰ κατὰ τὸ λόγον ἔχειν αὐτοὺς καὶ τὰς αἰτίας γνωρίζειν.
(아리스토텔레스, 형이상학, Book 1 18:1)
τούτων δὲ τὸ μὲν πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν καθόλου ἐπιστήμην ἀναγκαῖον ὑπάρχειν οὗτος γὰρ οἶδέ πως πάντα τὰ ὑποκείμενα, σχεδὸν δὲ καὶ χαλεπώτατα ταῦτα γνωρίζειν τοῖς ἀνθρώποις, τὰ μάλιστα καθόλου πορρωτάτω γὰρ τῶν αἰσθήσεών ἐστιν, ἀκριβέσταται δὲ τῶν ἐπιστημῶν αἳ μάλιστα τῶν πρώτων εἰσίν αἱ γὰρ ἐξ ἐλαττόνων ἀκριβέστεραι τῶν ἐκ προσθέσεως λεγομένων, οἱο῀ν ἀριθμητικὴ γεωμετρίας:
(아리스토텔레스, 형이상학, Book 1 32:1)
μιᾶς μὲν γὰρ ἐπιστήμης πῶς ἂν εἰή μὴ ἐναντίας οὔσας τὰς ἀρχὰς γνωρίζειν·
(아리스토텔레스, 형이상학, Book 3 23:1)
λέγω δ οἱο῀ν, εἰ τὸ στερεὸν οὐσία τίς ἐστι καὶ γραμμαὶ καὶ ἐπίπεδα, πότερον τῆς αὐτῆς ταῦτα γνωρίζειν ἐστὶν ἐπιστήμης καὶ τὰ συμβεβηκότα περὶ ἕκαστον γένος περὶ ὧν αἱ μαθηματικαὶ δεικνύουσιν, ἢ ἄλλης.
(아리스토텔레스, 형이상학, Book 3 47:2)
ἡ ἀπόφασις ἐκείνου ἐστίν, ἐν δὲ τῇ στερήσει καὶ ὑποκειμένη τις φύσις γίγνεται καθ ἧς λέγεται ἡ στέρησις τῷ δ ἑνὶ πλῆθος ἀντίκειται - ὥστε καὶ τἀντικείμενα τοῖς εἰρημένοις, τό τε ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα ἢ κατὰ πλῆθος καὶ τὸ ἕν, τῆς εἰρημένης γνωρίζειν ἐπιστήμης:?
(아리스토텔레스, 형이상학, Book 4 26:1)

SEARCH

MENU NAVIGATION